16. Ὅτι αἱ γνωμολογίαι ἄρισται ἐπὶ τῇ κατασκευῇ. οὐ δεῖ δὲ κατακόρως ταύταις κεχρῆσθαι. 17. Ὅτι τὸν κατὰ Μειδίου λόγον ἐπιφορικόν φησιν εἶναι, εἰλῆφθαι δὲ ἑκ τῆς ποιότητος τοῦ προσώπου. 18. Ὅτι τέχνης ἐστὶ μᾶλλον τὸ ποῖα δεῖ προτάττειν, καὶ ποῖα ἐπιζευγνύειν. 19. Ὅτι ὑπόστασιν καλοῦσιν τὸ ἔμφασιν ἔχον καὶ πάθους τινὸς ἐνδεικτικόν, καθάπερ τὸ Δημοσθενικόν· ,,οὕτως ὠργίσθη καὶ παρωξύνθη“. καὶ ἄλλως· ,,ὅσῳ πλείοσιν οὗτος ἠνόχληκεν“. 20. Ὅτι δεῖ τὰ προοίμια ἐν μὲν τοῖς συμβουλευτικοῖς ἑκ τῶν κεφαλαίων, ἐν δὲ τοῖς δικανικοῖς ἑκ τῶν ὑπολήψεων,  ἐν δὲ τοῖς πανηγυρικοῖς ἐκ τῆς ὅλης σχέσεως τοῦ λόγου λαμβάνειν.