11. Ὅτι Θεόφραστος ἓξ τρόπους αὐξήσεως παραδέδωκεν· τὰ μὲν γὰρ ἐκ τῶν πραγμάτων λέγει ἔχειν τὴν αὔξησιν, τὰ δὲ ἐκ τῶν ἀποβαινόντων, τὰ δὲ ἐξ ἀντιπαραβολῆς καὶ κρίσεως, τὰ δὲ ἐκ τῶν καιρῶν καὶ τοῦ πάθους φαίνεται μεγάλα. οἱ δὲ νέοι ῥήτορες καὶ ἐκ τῆς αἰτίας φασὶν ἔχειν τὸ μέγεθος μεγάλην ῥοπήν. 12. Ὅτι τὴν πλεονάσασαν περὶ τὴν Ἀσίαν ἔκλυσιν ἀνεκτήσατο Ἀριστείδης· συνεχῶς γάρ ἐστι καὶῥέων καὶ πιθανός. 13. Ὅτι ἠθικὸς λόγος γίνεται κατὰ διάνοιαν, ὅταν χρηστὴν ἔχῃ προαίρεσιν καὶ πρὸς τὰ βελτίω ῥέπουσαν. 14. Ὅτι ἄριστοι λόγοι καὶ μιμήσεως ἄξιοι οἱ μὴ ἔχοντες ἐνὸς χαρακτῆρα, ἀλλὰ διαφόρων. 15. Ὅτι τὰ κεφάλαια τῆς δημηγορίας τέτταρα λέγει εἶναι, ὅσαπερ καὶ καθάπαξ εἴωθεν ἐμπίπτειν εἰς τὰς συμβουλάς, τὸ δίκαιον τὸ συμφέρον τὸ δυνατὸν τὸ ἔνδοξον, ταῦτα δʼ ἄριστα τὸν Θουκυδίδην φησὶ φυλάξαι.