1. Ὅτι χρὴ πεφεισμένως χρῆσθαι ταῖς τροπαῖς καὶ μετὰ τέχνης, μὴ παραλείπειν δὲ παντελῶς· οὕτως πρὸς πολλὰ χρήσιμον ὂν τὸ τοιοῦτον εἶδος. καὶ γὰρ καὶ Λυσίας οὕτως πεποίηκεν. 2. Ὅτι ὁ Ἀριστοτέλης τοὺς πάντα μεταφέροντας αἰνίγματα γράφειν ἔλεγεν. διὸ λέγει Λογγῖνος σπανίως κεχρῆσθαι καὶ τούτῳ τῷ εἴδει. 3. Ὅτι τροπὴ ἐκ τοῦ πανούργου καὶ ἐξάλλαξις οὐδεμία ἦν ἐν τοῖς ἀρχαίοις, ἀλλὰ καὶ τὰ τοῦ νοῦ σχήματα ὀψέ ποτε εἰς τοὺς δικανικοὺς λόγους παρεισῆλθεν· ἡ πλείων γὰρ αὐτοῖς σπουδὴ περὶ τὴν λέξιν καὶ τὸν ταύτης κόσμον ἦν καὶ τὴν συνθήκην καὶ ἁρμονίαν. 4. Ὅτι δεῖ σκέπτεσθαι τὴν δύναμιν τῶν κεφαλαίων, καὶ τὴν τῶν ἀντιθέσεων διαφοράν, καὶ μήτε ἀπὸ τῶν ἀσθενῶν ἄρχεσθαι μήτε τελευτᾶν εἰς ταῦτα, ἀλλὰ μιμεῖσθαι τὴν ἐν τοῖς πολέμοις τακτικὴν εἰς μέσον τοὺς χείρους λοχίζουσαν. τοῦτο δὲ καὶ ἐπὶ συνουσίαις ἄριστον, οὐ μόνον ἐν συγγραφῇ. πρὸς γὰρ τὰ ἀσθενῆ ῥᾳδίως ἀντιλέγουσιν, ὥσπερ οἱ εἰς τοὺς ψιλοὺς τῶν πολεμίων ἐμβαλόντες, ἀλλʼ οὐκ εἰς τοὺς ὁπλίτας. 5. Ὅτι Δημοσθένης δεινότατος ὢν ἐν ταῖς ἀντιθέσεσιν οὐκ ἀεὶ τῇ τέχνῃ ἐμμένει, ἀλλʼ αὐτὸς γίνεται τέχνη πολλάκις. ὡσαύτως καὶ Ἀριστείδης.