Τὸ δὲ ποιεῖν σἴτιόν ἐστιν ἄνευ γὰρ αἰτίας οὐδὲν ἄν ποτε γένοιτο· διαιροῦμεν δὲ τὰς αἰτίας, ἑκών, ἐξ ἀνάγκης, διʼ αἰσχροκέρδειαν, δι᾿  ἀηδίαν, τῇ χειρὶ ἐποίησε, τοῖν ποδοῖν, τῷ ὀφθαλμῷ, τῇ κεφαλῇ, ξίφει, δόρατι, βέλει, κακίᾳ, ἀπλότητι, τῷ αὐτομάτῳ. Τὸ δὲ πάσχειν τοῦτο πολλαχῆ διαιροῦμεν, ὅτι πέπονθας εἰς τὸ σῶμα, εἰς τὴν ψυχήν, εἰς τὰ ἐκτός, εἰς δόξαν, εἰς χρήματα, εἰς πάντα. παθεῖν οὐκ ἐδύνατο, ἔστιν οἷον παθεῖν, ἔστιν οἷον μὴ παθεῖν, καὶ γὰρ ἀπαθῆ τινά ἐστι. λάμβανε οὖν τὰ ἐναντία κἀν τῷ πάσχειν εἰς ἀφορμὰς λόγων τῶν πρὸς ζήτησιν συντεινόντων. 554 Ἑτέρα διαίρεσις ἥδε λόγους ἐνδίδωσιν ἡ κατὰ τὰς αἰσθήσεις γινομένη· καὶ γὰρ ἀπὸ τούτων μέθοδος εὑρέσεως γίνεται, καὶ πραγματεύου τὰς πίστεις λαμβάνειν ἀναλογιζόμενος, ὧν εἶδες ὁμοίων ἢ ἀνομοίων τῷ ζητουμένῳ, καὶ προσεικάζων τὰς δόξας ἀναλόγως ὧν ἤκουσας. τὰ γὰρ παραδείγματα καὶ τὰ ἐνθυμήματα ἐξ ὧν ἠκούσαμεν ἔρχεται, ἢ ὦν ἐπάθομεν ἢ ὧν ἐποιήσαμεν ἁπτόμενοι γευόμενοι πᾶσαν αἴσθησιν αἰσθανόμενοι. Πρὸς τούτοις ἕτερον εἶδος διαιρέσεως τόδε ἀνυστικώτατον εἰς εὕρεσιν, τὰ συμβεβηκότα καὶ τὰ συνυπάρχοντα τοῖς προσώποις τε καὶ πράγμασι διαβλέπειν, τύχας, τέχνας, ἡλικίας, γένη, πλούτους, τρόπους, ἤθη, δόξας, ἀδοξίας, πράξεις, ἀργίας, καὶ ὅσα ἄλλα πρὸς τούτοις ὑπάρχει ἑκάστῳ· ἔτι τῶν πραγμάτων τρόπους, κοιωνίας, ἐρημίας, καταμονὰς σὺν ἑτέροις, τίνι ὅμοια, τίνι ἀνόμοια, τίνι τὰ αὐτὰ τίνα ὄντα, ἐν τίσιν ὄντα, πόθεν ἀρχόμενα, παυόμενα, τίνας ἔχοντα τὰς αἰτίας, τίνας ἀνάγκας, φανερὰς καὶ ἀφανεῖς αἰτίας , καὶ ὅσα ἂν αὐτὸς εὕροις. πάντα μέντοι εἰς ταῦτα ἀνενεχθήσεται· ὑπαρχέτω δὲ καὶ τούτοις ἥ τε τῶν τελικῶν κεφαλαίων θέσις ἐπὶ τῷ ζητήματι, καὶ τὸ ἐφαρμόζειν τὰ τελικὰ καὶ γενικὰ καὶ τυπώδη τοῖς εἰδικωτάτοις καὶ ἐμπεριεχομένοις τοῖς ἀμφισβητουμένοις πράγμασι. ταῦτα γὰρ πρὸς ἄλληλα διαιρούμενα τὰ γένη καὶ εἴδη τῶν ζητημάτων, καὶ τὰ ἐν ὀργάνων μοίρᾳ καθεστηκότα, καὶ ὀργάνων αἱ καλούμεναι πίστεις καὶ τόποι πίστεων καὶ ἀφορμαὶ πολλὴν ἀφθονίαν ἐγείρουσι λόγων. Ἐπειδὴ δὲ εἴρηται καὶ περὶ τούτων ἀποχρώντως τε καὶ μετρίως, μνημονευτέον ἐστὶ τῶν ἐπιλόγων, ὧν ἡ μὲν δύναμις καὶ τὸ ἔργον ἀναμνῆσαι τὰ εἰρημένα ταῖς ἐπανόδοις, αὐξῆσαί τε τὸ ὁμολογηθὲν εἴτε κρεῖττον εἴτε 555 καὶ χεῖρον τοῖς μερισμοῖς καὶ τῇ παραθέσει τῶν ὁμοίων καὶ τῶν ἐναντίων ὅταν γὰρ ἀποδειχθῇ τι πρᾶγμα, οὕτω τὸ πρᾶγμα αὔξεται. χρηστέον δὲ τοῖς ἐπιλόγοις ὥσπερ καὶ τοῖς προοιμίοις πολλαχῆ· καὶ γὰρ ἐν τοῖς καθʼ ἕκαστον ἀποδεικνυμένοις τὸ εἶδος αὐτῶν χρήσιμον, καὶ πρὸς τῷ τέλει τοῦ λόγου δραστήριον καὶ καταπρακτικόν, τόν τε δικαστὴν παροξύνει δοῦναι ψῆφον ἣν βούλεται, ἢ τοὐναντίον ὡς ὁ φεύγων παραιτεῖται. αὔξει δὲ μάλιστα ἡ αἰτία καὶ τὸ τέλος, ἐὰν ἐξετάσῃς τὰ συμβαίνοντα ἐξ ἑκά`στου καὶ τὰς ἀρχὰς τῶν πραγμάτων· αὐτὸ γὰρ ἕκαστον κατὰ μόνας μικρόν, ἕτερον δὲ ἐξ ἑτέρου δεικνύων, ὡς ἀποβαίνειν πέφυκεν, αὐξήσεις καὶ τὰ μὴ γενόμενα, γενέσθαι δὲ ὅμως δυνάμενα τῷ πράγματι προστιθείς. δῆλον δὲ ὅτι καὶ καθαιρεῖται τοῦ πράγματος τὸ μέγεθος καὶ (712) ἡ ἀξία τῷ ἐναντίῳ, ὅταν ἐλέγχῃς τὴν αὔξησιν τοῦ κατηγοροῦντος καὶ τοὺς λόγους καὶ τὰ παλαίσματα τῆς τέχνης, ἀφαιρῶν μὲν αὐτοῦ τὰ μὴ γενόμενα, μόνα δὲ τηρῶν τὰ πεπραγμένα, καὶ ταῦτα ἐλαττῶν τοῖς σμικροτέροις ἀπείκαζε καὶ δείκνυε, ὅτι οὕτως ἂν πᾶν παντὶ ὅμοιον γένοιτο καὶ τὸ σμικρότατον τῷ μεγίστῳ, εἴ τις τὰ μὴ συμβάντα διεξίοι, καὶ λογίζοιτο ὡς γεγονότα, καὶ τῶν αὐτῶν τιμημάτων καὶ κολάσεων πάντα δεήσεται· τοῦτο δὲ τῶν ἀδικωτάτων, μίαν τιμωρίαν εἶναι πᾶσι τοῖς ἀδικήμασι. τοιαῦτα πρὸς τὴν αὔξησιν λεκτέον, καὶ διὰ τούτων τὸ πρᾶγμα σμικρότατον ποιεῖν ἐπιχειρητέον, ἐξ ὧν τὴν ὀργὴν τῶν δικαζόντων τιθασσεύοντες ἐκλύσομεν. αἱ δὲ 556 ἀφορμαὶ αἱ τῶν πίστεων τοῖς ἐπιλόγοις ἐκ τῆς αὐτῆς διαιρέσεως ἧς διῃρήκαμεν, (καὶ ὅτι μὲν) μέγα ἐστὶν ἢ μικρὸν καὶ φαῦλον τὸ πρᾶγμα τοῦτο κατασκευάζειν ἐν τοῖς ἐπιλόγοις εἰώθαμεν, τὸ δὲ εἰ γεγένηται ἢ μή, δεῖται ἑτέρων ἀποδείξεων καὶ τῆς πρώτης ψήφου τὸ τοιοῦτον καὶ τοῦ πρώτου λόγου.