καὶ ἡ τῶν πιθανῶν ἰδέα καὶ προσαγωγὸς τοῦ δικαστοῦ. (710) Ald. 522 Walt. οὐ γὰρ μικρόν ἐστιν εἰπεῖν, ἀδελφός εἰμι, πατήρ εἰμι καὶ υἱός εἰμι· ταῦτα γὰρ πρός τι, καὶ γείτων καὶ ἐχθρὸς ἦν, καὶ οὐχ ὅμοιος, καὶ κρείττων ἦν, καὶ ἀδυνατώτερος καὶ νεώτερος καὶ εὐνούστερος καὶ τραχύτερος, ἢ καὶ πρεσβύτερος, καὶ προσφιλέστερος, καὶ πλουσιώτερός τι εἰπεῖν, καὶ κακουργότερος, καὶ τἆλλα ἐκ τούτων εὔδηλα, πολλὰ δʼ ἂν εἴη. Ἔτι τοίνυν καὶ τὸ καὶ χωρία καὶ πραγμάτων ὑποδοχάς. γίνονται δὲ κἀν τούτοις τὰ δίκαια, καὶ παρὰ τὰ χωρία τὸ ἄδικον οὐκ ἐχρῆν ἐνταῦθα ἀποκτεῖναι, καὶ ἑτέρωθι δεινὸν τὸ πραχθὲν καὶ ἐν τούτῳ τῷ χωρίῳ γενόμενον· οἷον ἐν ἐκκλησίᾳ, ἐν τῷ ἱερῷ, κατὰ τὴν ἐμὴν οἰκίαν· ἔστι δὲ ὅτε καὶ τὸ ἐν ἐρημίᾳ δεινότερον, καὶ τὸ ἐν ὄρει χαλεπώτερον. Ἀθήνησιν, ἐν Λακεδαίμονι, παρὰ βαρβάροις, ἐν νηΐ, ἂν τύχῃ, ἐπ᾿ ἄλλου χωρίου. καὶ λοιπὸν εἰδείης ἂν ἀπὸ τῶν τόπων ἐννοίας παρατίθεσθαι δικαίας εἰς τὸ προκείμενον καὶ ψυχαγωγούσας. Ὁ χρόνος δὲ διαιρούμενος οὐδὲ ἀριθμῆσαι ῥᾴδιον ὅσα σοι συντελεῖ· τὸ γὰρ κατὰ χρόνον πότερα νῦν οὐκ ἐχρῆν, ἀλλὰ πέρυσι καὶ προπέρυσιν, ὅτε ἔδωκεν ὁ νόμος, γράφεσθαι, καὶ μετὰ τοῦτο ἔξεστι. χρόνον δὲ ὁρίζω καὶ τὴν ἑορτήν, Διονύσια, Παναθήναια, πόλεμον, εἰρήνην, ἡλικίαν νεωτέρου καὶ πρεσβυτέρου, συμπόσιον, νύκτα σκοτεινήν, ἐπισέληνον, χειμῶνα, ἑτέραν ὥραν· καὶ ὁ καιρὸς ἐν χρόνου μοίρᾳ, καὶ τὸ πρότερον καὶ τὸ νῦν καὶ τὸ μέλλον. 553 Ἀλλὰ καὶ τὸ ἔχειν οὐ σμικρόν ἐστιν ἐν τούτοις, ὅτι ξίφος εἶχεν, ὑποδήματα εἶχε, χρυσίον, ἐσθῆτα, ἀσπίδα, δόρυ, πάντα ὅσα σκεύη κέκληται. (711) Τὸ δὲ κεῖσθαι σχῆμα μὲν δηλοῖ, ῥᾴδιον δὲ καὶ ἀπὸ τούτου συλλέγειν ἀφορμὰς τῶν λόγων· δευρὶ τὴν χεῖρα, ἀλλʼ οὐ δευρὶ μετήνεγκεν, οὕτως ἥσθητο, οὕτως ἐνεώρα μοι, ὀρθὸς ἦν, καὶ προσεκεκύφει τῇ γῇ· πλάγιοι ἦσαν καὶ τὰ γυμνὰ ἐδείκνυσαν, ὥστε βάλλεσθαι· πλαγίους τοὺς ἵππους εἶχον, ὥστε μὴ ἀμύνεσθαι ἀπέστραπτο, οὐκ ἄρα προσέσχεν· κατὰ νώτου με εἶχεν ὕπτιος ἦν, πῶς οὖν ἑώρα; ταῦτα οὖν λογιζόμενος καὶ τὰ ὅμοια τούτοις δόξεις τι λέγειν περὶ τοῦ πράγματος καὶ πίστεις παρέχεσθαι τῆς ἀληθείας.