ΙΑΜΒΛΙΧΟΥ ΚΑΤΑΒΑΦΗ. – Ἁλὸς καππαδοκικοῦ δραχμαὶ β'· κινναδάρεως ἰταλικῆς γ° ἥμισυ· ἀρσενικοῦ γ° α'· χαλκίτεως ὀπτῆς δρ. ϛ'· σιδήρου σκόληος, ὅ ἐστιν λεπίδες ὤχρας γρ. ϛ'. Tινὲς δὲ σιδηροχάλκου βάλλουσιν δρ. ιβ'· σποδίου γ° ἥμισυ· ἰοῦ γ° γ'· χρυσοκόλλης δρ. ϛ'· κατμίας θρακικῆς γ° ἥμισυ· λειοτριβήσας ἰδίᾳ, καὶ ὁμοῦ μίξεις· πρόσβαλε μανδραγόρου χυλὸν ἕως γένηται γλοιοῦ πάχος, καὶ τρίβε ἕως ξηρανθῇ· καὶ πρόσβαλε αἷμα λαγωοῦ θαλασσίου, ἕως γένηται πάλιν γλοιοῦ πάχος· και τίθει (f. 266 v.) ἐν καλάμῳ ζῶντι ἐς τὸν τέταρτον κόνδυλον, καὶ φιμώσας ἑρείῳ ῥάκκει, ἔα ἐπὶ ἡμέρας ιδ'· καὶ λαβὼν εὑρήσεις σίδηρον. Τοῦτον τρίψον μετὰ οἴνου εὐώδους, ἕως γένηται γλοιοῦ πάχος· καὶ ἔχε ἐν κόγχῳ. Εἶτα χωνεύσας τὸ ἴσον χρυσὸν καθαρὸν, καὶ ἐπίβαλε τὰ ἐν τῷ κόγχῳ· καὶ χώνευσον ἕως καπνὸν μὴ ἰσχύῃ, ποιῇ δὲ ὀσμὴν θείου· καὶ ἐξελὼν ψύγε. Εἶτα λείωσον· καὶ πρόσβαλε χολὴν ἰχνεύμονος, ἢ ἀλώπηκος, ἢ ἀλεκτρυόνος μελόποδος, καὶ πυρίτου τροχίσκον· ξήρανον ἐν σκιᾷ, καὶ λείωσας κατάγγισον εἰς ὑέλινον ἄγγος· καὶ τούτῳ εἰς πυξίδα μόλυβδον ἢ κασσίτερον βάλλων, κατάχωσον εἰς ἱππείαν ἐπὶ ἡμέρας ιε', καὶ λαβών ποίει οὕτως. Ἐπὶ μὲν ὀξείας λαβὼν τοῦ φαρμάκου τριόβολον ὁλκῆς, καὶ χολὴν καμήλου τὸ ἴσον, τρίβε, καὶ δὸς σησάμου τὸ μέγεθος· ἐὰν δὲ ἀλύπως κοσμῆσαι ἐν ἡμέραις ζ'· ἐὰν δὲ ἐν ἡμέραις ι', φακοῦ τὸ μέγεθος. Ἐπὶ δὲ ὑποκεχυμένον ἀνὰ παρακεντήσεως, λειοτριβήσας ἀπὸ τῆς πυξίδος, μικρὸν μετὰ γάλακτος γυναικείου ἀρρενοτόκου, ἐνχρίων ἐπὶ ἡμέρας ζ'. καὶ μὴ λούων ἐπὶ ἡμέρας μϛ'. Ἐπὶ δὲ καταβαφῆς, βάλε κρόκου, μίσεως ὠμοῦ, χαλκάνθου, κυανοῦ, ἐλυδρίου ἀνὰ δρ. α' εἰς τὴν λίτραν τοῦ ἀργύρου, ὅταν διαγελάσῃ· Εἶτα τοῦ ἀναπροζυμίου (?) τοῦ ἀπὸ τῆς πυξίδος, στατῆρας γ'· οἱ ἡδὲ γγ° β' ἥμισυ· ἐν δὲ ἀλὸν πάντα ὁμοῦ μίσγεται καὶ ὑπο ἐμπάσεται, ἕως ὅτε χορτασθῇ ὁ ἄργυρος, καὶ μηκέτι ποιῇ. Σημεῖον δὲ τοῦτο φυρᾶται, καὶ πάλιν καθήται. (f. 267 r.) ΙΑΜΒΛΙΧΟΥ ΠΟΙΗΣΙΣ. — Λαβὼν κυθάραν καινὴν, θὲς ἐπ᾽ αὐτὴν φιάλην, καὶ βάλε ἐν τῇ φιάλῃ ὑδραργύρου γ° α' ἥμισυ, χαλκοῦ, κασσιτέρου καθαροῦ ῥερινισμένου γ° α' ἥμισυ ἢ β', καὶ ἔλαιον ὀλίγον, καὶ ὑπόκαιε μέχρις ἑνωθῇ. Εἶτα λαβὼν, συλλείωσον αὐτοῖς ταῦτα· στυπτηρίας σχιστῆς γ° α' ἥμισυ, μυσίδῃν ὠμὸν γ° α' ἥμισυ, ἀρσενίκην γ° α' ἥμισυ, καὶ βάλε εἰς λοπάδα καινήν· καὶ ὕδωρ θείου μετὰ κόμεως ὀλίγου συλλειώσας αὐτοῖς καὶ περιπηλώσας ἀσφαλῶς, ἕψει μαλθακῷ πυρὶ, μέχρις εἰκάσῃς συμπεπλεχθῆναι τὸ εἶδος. Ἔπειτα ἄρας. βρέχε εἰς ὄξος ἅλμην στερεὰν ἐπὶ ἡμέρας ζ´. Εἶτα ξηράνας λείωσον, καὶ ἐπίβαλε θείῳ ἐλαίῳ βράσαντι, ἵνα κηρώδης γένηται, καὶ εὐθέως πήσεται ὡς λίθος. Τοῦτο πάλιν λείωσον, ὅταν ξηρανθῇ· συμμιγνύων αὐτῷ λίθου πυρίτου γ° α' ἥμισυ, κατμίας ὀστρακίνης, ἐν δὲ ἄλλῳ, κατμίας ὀλυμπικῆς ἣν χρῶνται οἱ βαφεῖς, ἣν καὶ πλακίτην καλοῦσιν· ὁμοῦ λειώσας, ἐπίβαλε τῷ ἀργύρῳ διαγελάσαντι, μεθ᾽ οὗ χορτασθῇ, καὶ ἀποπτύσῃ. Καὶ λαβὼν τοῦ ἀργύρου τούτου μέρος α', χρυσοῦ μέρη γ', καὶ νεφέλης τὸ διπλοῦν, ποίει μάλαγμα· καὶ βάλε εἰς ὑέλεον ληκύθιον, ὑποστρώσας σινωπίδος, καὶ χαλκάνθου ἐξ ἴσου· ὁμοῦ λειώσας, καὶ ποίει σύμφιμον, ὄπτα νυχθήμερον· καὶ ἐξελὼν, τρίβε μετὰ ἐλαίου ῥεφανίνου καὶ λιθαργύρου λευκῆς· καὶ σφαιροποιήσας κατάσπασον· καὶ οὕτως σύνκρουσον χρυσὸν εὑρύζον, ἔνκαιε, καὶ ἔσται εὁρύζον. ΧΡΥΣΟΥ ΠΟΙΗΣΙΣ. — Λαβὼν χαλκὸν καθαρὸν ἐρυθρὸν, ποίει λαμνία (f. 267 v.) ἰσχνὰ, καὶ ἐπίθες ἐπὶ ἀνθράκων πυρὸς, ὑπόφυσον φυσητῆρσι, καὶ ἔνπασον ἅλας τὸ ἐρυθρὸν καὶ κοινόν· εἶτα ὤχρας, εἶτα ἅλας· καὶ στρέψας τὸ λαμνίον, τὸ αὐτὸ ποίει, καὶ τοῦτο ποίει πολλάκις ὡσεὶ ἀρέσει, ὡς καὶ διασκοπὲν τὸ ἔργον φανῆναι χρυσόν· τὴν γὰρ χρείαν καὶ ἔσωθεν ἔχει.