Χρόνων δὲ συμπλοκαὶ ἐν ῥυθμοῖς πόσαι γίνονται; — Τέσσαρες. Συμπλέκεται γὰρ βραχὑς βραχεῖ, μακρὸς μακρῷ, μακρὸς βραχεῖ, ἄλογος μακρῷ. Πάς δὲ φθόγγος ἔχει σχῆμα, ὄνομα, δύναμιν. (p. 24) — Σχῆμα τί ἐστιν; — Ὁ τὸ στοιχεῖον σημαίνων τύπος. — Ὄομα δὲ τί ἐστι; — Τὸ κατὰ τοῦ σχήματος τιθέμενον. Δύναμις δέ ἐστιν ἡ ἑκάστου τῶν φθόγγων ἐν ὀργάνοις ἐκφώνησις. Ἄρσιν ποίαν λέγομεν εἶναι; — Ὅταν μετέωρος ῇ ὁ ποὺς, ἡνίκα ἄν μέλλωμεν ἐμβαίνειν. Θέσιν δὲ ποίαν; — Ὅταν κείμενος. Τὸν δὲ ἀνἀ μέσον τῆς ἄρσεως καὶ τῆς θέσεως χρόνον οὐκ ἄξιον ἐπιζητεῖν ὡς ὄντα τινὰ τῶν κατὰ μέρος· διὰ γὰρ τὴν βραχύτητα λανθάνει καὶ τὴν ὄψιν καὶ τὴν ἀκοήν. πόδα δὲ καὶ σύνθεσιν στοιχείων ἐλαχίστην δεικνύουσιν. Τῶν δὲ ῥυθμῶν εἰσιν οἱ μὲν ἁπλοῖ, οἱ δὲ συμπεπλεγμένοι. Πόσοι οὗν εἰσι ῥυθμοί; — Δέκα. — Τίνες οὗτοι; — Ἡγεμὼν ἴαμβος χορεἵος ἀνάπαιστος ὄρθιος σπονδεῖος παιὰν βακχεῖος δόχμιος ἐνόπλιος. — Τούτων 3 συμπλέκεται MP, συμπέπλεκται V. γὰρ P, δὲ MV (βραχὺς μακρῷ ego 1890.) 4 μακρὸς βραχεῖ Caesar, Grund züge der Rh., p. 166, ἄλογος βραχεῖ libri. 7 τί M, om. VP τὸ κατὰ — δύναμις δέ ἐστιν om. P. 10 ἄρσιν M, ἄρσην P. ἐκφώνησιν V. 13 τῆς ante θέσεως om. O, habet Q. 14 ὄντα VP. ὅταν M. 15 βραχύτητα MP Q, ταχύτητα N, βραχυτάτην V. 16 post σύνθεσιν quae Sqq. § 98 om. M spatio relicto. στοι- χείων P, στοιχεῖν spatium ὦν V. δεικνύουσιν Mersenn., δεικ- νύων V P 22 ἐνόπλιος Meib., ἀνοπαῖος M. αἰνοπαῖος VP item 315, 3. ad § 98 cf. Mus. Rhen. 563s. ad §§ 99s. ib. 564--575. ἁπλοῖ πόσοι; — Ἕξ· ἡγεμὼν ἴαμβος χορεῖος ἀνάπαιστος ὄρθιος σπονδεῖος. — Συμπεπλεγμένοι δὲ πόσοι; — Τέσσαρες· παιὰν βακχεῖος δόχμιος ἐνόπλιος.