Πόσα οὔν ἐστι τέλεια συστήματα ἐν τῷ ἀμεταβόλῳ συστήματι; — β. — Τίνα ταῦτα; — Συνημμένον τε καὶ διεζευγμένον. — Τούτων οὖν διαφοραὶ τίνες; — Τοῦ μὲν συνημμένου διὰ πασῶν καὶ διὰ τεσσάρων, τοῦ δὲ διεζευγμένου διὰ πασῶν καὶ διὰ πέντε.