Τῶν συμφωνιῶν εἴδη πόσα; Τρία. Τίνα ταῦτα; — Ἀπʼ ἐσχάτου ἐπὶ ἔσχατον, ἀπὸ μέσου ἐπὶ μέσον, ἀφʼ ἡγουμένου ἐπὶ ἡγούμενον. Αὐτὸ οὗν τὸ διάστημα νοητόν ἐστιν ἢ ἀκουστόν; — Μοητόν. εἰ γὰρ ἥν ἀκουστὸν, καὶ ὁ ἰδιώτης ἀκούων αὐλητῶν ἢ ψαλτῶν ἢ ᾠδῶν ἤδει ἄν τί ἐστι τὸ δίαστημα. — Κατʼ ἐνίους δὲ νοητὸν καὶ ἀκουστὸν δοκεῖ εἶναι· ἀδύνατον γάρ ἐστι νοῆσαι μὴ ἀκούσαντα. 2 οἴῳδηποτοῦν P. cf. A 16Β. 8 καὶ ἰδιὰ P. 12 αὐτοί PM4Ο, ἑαυτοί M 1V. πρὸς ἀλλήλους καλοῦμεν P, πρὸς ἑαυτοὺς λαλ. M V 18 ἀπέσχατον libb. ἐπιέσχατον V. ἀπόμεσον et ἀφηγούμενον omnes, ἑπίμεσον et ἐπιηγούμενον V. 19 redit πᾶς δὲ φθόγγος ἔχει σχῆμα ὄνομα δύναμιν (§§ 67. 97) in MV 22 ἢ ᾠδῶν ἢ ψαλτῶν invertit P. § 69. πεζὸς de prosa oratione Dionys. de comp. vb. 11. Τίνι οὖν γνωστόν ἐστι μεγέθει; — Τόνῳ ἡμιτονίφ, ὀξύτητι βαρύτητι . (p. 18) Πόσα οὔν ἐστι τέλεια συστήματα ἐν τῷ ἀμεταβόλῳ συστήματι; — β. — Τίνα ταῦτα; — Συνημμένον τε καὶ διεζευγμένον. — Τούτων οὖν διαφοραὶ τίνες; — Τοῦ μὲν συνημμένου διὰ πασῶν καὶ διὰ τεσσάρων, τοῦ δὲ διεζευγμένου διὰ πασῶν καὶ διὰ πέντε. Τετραχόρδων δέ ἐστιν εἴδη πόσα; — Τρία. ἐν τῷ διατόνῳ πρῶτον μὲν οὗ τὸ ἡμιτόνιον ἐπὶ τὸ βαρύ, δεύτερον οὗ ἐπὶ τὸ ὀξύ, τρίτον δὲ οὗ περιέχεται.