Ὁ τόνος πόσων διέσεων; — δ. — Πόσων δὲ ἡμιτονίων; - β. Τί πρῶτον στοιχεῖον τῶν κατὰ μουσικήν;— Φθόγγος· ὅ ἐστι φωνῆς τάσις ἐπὶ μίαν πτῶσιν μέλους. Πᾶς δὲ φθόγγος ἔχει σχῆμα ὄνομα δύναμιν. Τόνον ἐν μουσικῇ ποσαχῶς λέγομεν ὑπάρχειν;— Δισσῶς· τὸν μὲν ἐπʼ ὀξύτητος, τὸν δὲ ἐπὶ διαστήματος. Ποῖον ἐπʼ ὀξύτητος; — Τ ἄδειν ἕτερον ἑτέρου 3 σύνθετον δὲ M. 8 διτόνου P, διατόνου M V. 11 ἐπι- τείνεται ego, ἐστὶν ἀνίεται M V, ἀνίεται P. 17 post β spatium liberum in M. 19 haec ita corrupta in libb. (πτῶσιν τέλους V. emendana ex § 4. § 67 cf. Nicomach. c. 12. A 22a. de schematae cet. v. ad § 68 cf. Clecnidem c. 12. Gaud. p 4. ὀξύτερον ἢ βαρύτερον, ἢ ὄργανον ὀργάνου ἡρμόσθαι βαρύτερον ἢ ὀξύτερον ῴδηποτοῦν διαστήματι. Τὸν δὲ ἐπὶ διαστήματος ποῖον; Ὦι μείζων ἡ διὰ ε συμφωνία τῆς διὰ τεσσάρων. Φθόγγων δὲ πόσα λέγομεν εἶναι γένη; Δύο. τούτων δὲ οὕς μὲν ἐμμελεῖς καλοῦμεν, οὕς δὲ πεζούς. Ἐμμελεῖς ποῖοί εἰσιν; — Οἷς οἱ ἂδοντες χρῶνται καὶ οἱ διὰ τῶν ὀργάνων τι ἐνεργοῦντες. τούτου γὰρ μὴ (p. 17) ὑπάρχοντος ἀδύνατόν τι τῶν κατὰ μουσικὴν δεξδι. Πεζοὶ δὲ ποῖοί εἰσιν; Οἷς οἱ ῥτορές χρῶνται καὶ οἷς αὐτοὶ πρὸς ἀλλήλους λαλοῦμεν. καὶ οἱ μὲν ἐμμελεῖς ὡρισμένα ἔχουσι τὰ διαστήματα, οἱ δὲ πεζοὶ ἀόριστα. Φθόγγων δὲ πόσα λέγομεν εἴδη; — Τρία. — Τίνα ταῦτα; Ἔσχατον, μέσον, ἡγούμενον.