<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2136.tlg001.1st1K-grc1"><div type="textpart" subtype="fragment" n="65"><p>Μέσης δέ φαμεν εἶναι ὅρους· τις τριῶν συνημμένων
τετραχόρδων τοῦ μέσου ὀξυτάτη ἐστίν. οἱ δὲ
οὕτως· μέση ἐστὶν ἡ μεταξὑ τόνου καὶ διτόνου ἀσυνθέτου
κειμένη. καὶ ἥτις τριῶν τετραχόρδων ἐξῆς κειμένων
τοῦ ὀξυτάτου φθόγγου ἐστὶ βαρυτέρα τῇ διὰ <lb n="10"/>
τεσσάρων συμφωνίᾳ. καὶ ἀφʼ ἡς ἐπιτείνεται διὰ δ καὶ
(p. 16) διὰ ε. καὶ ἀφʼ ἡς τόνος καὶ πυκνὸν ἐπιταθήσεται.
καὶ ἀφ ἧς ἐστι συναφή τε καὶ διάζευξις.
καὶ ἀφʼ ἧς ἀνίεται διὰ πασῶν καὶ ἐπιτείνεται διἀ
πασῶν.</p><lb n="15"/></div></div></body></text></TEI>