Διάστημα δὲ τί ἐστι; — Διαφορὰ δύο φθόγγων ἀνομοίων ὀξύτητι καὶ βαρύτητι. Τέ οὖν ἐστιν ἐλάχιστον τῶν μελῳδουμένων;— Φθόγγος. Εἰσαγωγή — έροντος M V (τέχνη μουσικῆς Ν, om. τέχνης μουσικῆς Ρ, Βακχείου τοῦ έροντος εἰσαγωγὴ τέχνης μουσικῆς BHL. 3 τίς] τί Meib., om. P. 7 τῇ φύσει P. 9 οὖν] μὲν M. 10 καὶ βαρ. MP. καὶ αἱ βαρ. v. 12 μελοποιία ego, ἠθοποιία libb. cf. JA 19b. 22 ἐστιν] ἐστι διαφορά M. Τέ δέ ἐστιν ἐλάχιστον τῶν διαστημάτων; — Δίεσις. Δίεσις δὲ τί ἐστιν; Ὅ δύναται ἡ ἡμετέρα φύσις ἐμμελῶς ἐλάχιστον ἀνεῖναί τε καὶ ἐπιτεῖναι. Τῆς δὲ διέσεως τί διπλάσιον; — Ἡμιτόνιον. Τοῦ δὲ ἡμιτονίου διπλάσιον τί; — Τόνος. Τόνος δὲ τί ἐστιν; — Ὧι μείζων ἡ διὰ πέντε συμφωνία τῆς διὰ τεσσάρων. Συμφωνία δὲ τί ἐστι; Κρᾶσις δύο φθόγγων ἀνομοίων ὀξύτητι καὶ βαρύτητι λαμβανομένων, ἐν οὐδέν τι μᾶλλον τὸ μέλος φαίνεται τοῦ βαρυτέρου φθόγγου ἤπερ τοῦ ὀξυτέρου, οὐδὲ τοῦ ὀξυτέρου ἤπερ τοῦ βαρυτέρου.