Ἡ δὲ κατὰ ῥυθμοῦ ἀγωγὴν ποία; — Ὅταν ῥυθμὸς ἀπʼ ἄρσεως ἢ θέσεως γένηται. Ἥ δὲ κατὰ ῥυθμοποιΐας θέσιν ποία; — .Ὅταν ὅλος ῥυθμὸς κατὰ βάσιν ἢ κατὰ διποδίαν βαίνηται. Μεταβολὴ ὲ τί ἐστιν; Ἑτεροίωσις τῶν ὑποκειμένων, ἢ καὶ ὁμοίου τινὸς εἰς ἀνόμοιον τόπον μετάθεσις. Διαφωνία δὲ τί ἐστιν; — Ὅταν δύο φθόγγων ἀνομοίων τυπτομένων τοῦ βαρυτέρου φθόγγου τὸ μέλος ὑπάρχῃ ἤ τοῦ ὀξυτέρου. (p. 15) Ὁμοφωνία δὲ τί ἐστιν; — Ὅταν ἄμα δύο φθόγγοι τυπτόμενοι μήτε ὀξύτεροι μήτε βαρύτεροι ἀλλήλων ὑπάρχωσι.