Οί οὖν τοὺς τρεῖς τρόπους ἂδοντες τίνας ἂδουσι; — Λύδιον, φρύγιον, δώριον. Οί δὲ τοὺς ἑπτὰ, τίνας; — ΔΠἔολύδιον, λύδιον, φρύγιον, δώριον, ὑπολύδιον, ὑποφρύγιον, ὑποδώριον. Τούτων ποῖος ὀξύτερος; — Ὁ μιξολύδιος. Τούτου δὲ ποῖος ἐχόμενος; — Ὁ λύδιος. — Πόσῳ βαρύτερος; — Ἡμιτονίῳ. Τοῦ δὲ λυδίου ποῖος βαρύτερος; — Ὁ φρύγιος. Πόσῳ; — Τόνῳ, τοῦ δὲ μιξολυδίου τριημιτονίῳ. Τούτου δὲ ποῖος βαρύτερος; — Δώριος. — Πόσῳ βαρύτερος; — Τοῦ μὲν φρυγίου τόνῳ, τοῦ δὲ λυδίου διτόνῳ, τοῦ δὲ μιξολυδίου διὰ τεσσάρων. Τούτου δὲ ποῖος βαρύτερος; — Ὑπολύδιος.— (p. 13) Πόσῳ; — Ἡμιτονίῳ. — Τοῦ δὲ φρυγίου πόσῳ; — Τριημιτονίῳ, τοῦ δὲ λυδίου διὰ τεσσάρων, τοῦ δὲ μιξολυδίου τριτόνῳ. Τοῦ δὲ ὑπολυδίου ποῖος βαρύτερος; — Ὑποφρύγιος. — Πόσῳ βαρύτερος; — Τόνῳ, τοῦ δὲ δωρίου τριημιτονίῳ, τοῦ δὲ φρυγίου τῷ διὰ τεσσάρων, τοῦ δὲ λυδίου τῷ διὰ πέντε, τοῦ δὲ μιξολυδίου τετρατόνῳ. Τοῦ δὲ ὑποφρυγίου ποῖος βαρύτερος; — Ὑποδώριος. — Πόσῳ; — Τόνῳ, τοῦ δὲ ὑπολυδίου διτόνῳ, τοῦ δὲ δωρίου διὰ τεσσάρων, τοῦ δὲ φρυγίου διὰ πέντε, τοῦ δὲ λυδίου τετρατόνῳ καὶ ἡμιτονίῳ, τοῦ δὲ μιξολυδίου πεντατόνῳ. 1 στάσις ἐστίν om. ΟP. 3 οἱ οὖν Meib. annot., οἷον M V. οἱ P. τινὰς ᾀδούσας M. 7 ποῖός ἐστιν ὀξ. Ο. 11 μιξολυδίου VP. λυδίυ M 14 διατόνῳ MV. Τρόπος δὲ τί ἐστιν; Πλοκῆς ἐμμελοῦς σχῆμα. Πλοκῆς δὲ μέλος τί ἐστι;— Ὁ διὰ τῶν ἔγγιστα μελῳδεῖται, ὁτὲ μὲν ἀνιεμένης τῆς μελῳδίας, ὁτὲ δὲ ἐπιτεινομένης. Μεταβολὰς οὗν πόσας λέγομεν εἶναι;—ζ.— Τίνας ταύτας; — Συστηματικὴν, γενικὴν, κατὰ τρόπον, κατὰ ἦθος, κατὰ ῥυθμὸν, κατὰ ῥυθμοῦ ἀγωγὴν, κατὰ ῥυθμοποιΐας θέσιν.