Γένος δὲ τί ἐστιν; —Ἡ ἐν τετραχόρδῳ γενομένη διαίρεσις. Πόσα οὖν γένη ἐστὶ τὰ μελῳδούμενα; Τρία. — Τίνα ταῦτα; — Ἐναρμόνιον, χρῶμα, διάτονον. Τὸ οὖν ἁρμονικόν πῶς μελῳδεῖται; — Ἐπὶ μὲν τὸ δξὺ κατὰ δίεσιν καὶ δίεσιν καὶ δίτονον, ἐπὶ δὲ τὸ βαρὑ κατὰ τοὐναντίον. (p. 7) Τὸ δὲ χρῶμα πῶς μελῳδεῖται; — Ἐπὶ μὲν τὸ ὁξὺ καθʼ ἡμιτόνιον καὶ ἡμιτόνιον καὶ τριημιτόνιον, ἐπὶ δὲ τὸ βαρὺ κατὰ τοὐναντίον. Τὸ δὲ διάτονον πῶς μελῳδεῖται; — Ἐπὶ μὲν τὸ δξὺ καθʼ ἡμιτόνιον καὶ τόνον καὶ τόνον, ἐπὶ δὲ τὸ βαρὺ κατὰ τοὐναντίον. Τὸ μέντοι διάτονον καθʼ ἡμᾶς οὐ μελῳδεῖται ἐν πυκνοῦ τάξει. — Διὰ τί; Διὰ τὸ λέγεσθαι πυκνὸν τὸ ἔχον δύο διαστήματα τοῦ ἑνὸς ἐλάσσω.