Μουσικὴ τίς ἐστιν; — Εἴδησις μέλους καὶ τῶν περὶ μέλος συμβαινόντων. Μουσικὸς δὲ τίς; — Ὁ εἰδὼς τὰ κατὰ τὰς μελῳδίας συμβαίνοντα. Πῶς ὑπάρχει; — Ἅ μὲν φύσει, ἃ δὲ τῇ ἡμετέρᾳ χρήσει. Ποῖα οὗν φύσει; — Αἵ τε ὀξύτητες καὶ βαρύτητες καὶ τὰ διαστήματα. Ποῖα δὲ τῇ ἡμετέρφ χρ σήει; — Ἡ περὶ τοὺς φθόγγουϚ μελοποιΐα. Αὐτὴ δὲ ἡ μουσικὴ ἐκ τίνος σύγκειται; — Ἑχ φθόγγων ἐμμελῶν καὶ συστημάτων. Φθόγγος δὲ καθόλου τί ἐστι; — (p. 2) Φωνῆς ἐμμελοῦς πτῶσις ἐπὶ μίαν τάσιν. μία γὰρ τάσις ἐν φωνῇ ληφθεῖσα ἐμμελῆ φθόγγον ἀποτελεῖ. Σύστημα δὲ τί ἐστι; — Τὸ ἐκ πλειόνων ἢ δύο φθόγγων μελῳδούμενον.