Ἐμπεδοκλῆς δὲ μετὰ τούτους γενόμενος καὶ περὶ δαιμόνων φύσεως εἶπε πολλά, ὡς ἀναστρέφονται διοικοῦντες τὰ κατὰ τὴν γῆν ὄντες πλεῖστοι. Οὗτος τὴν τοῦ παντὸς ἀρχὴν νεῖκος καὶ φιλίαν ἔφη· καὶ τὸ τῆς μονάδος νοερὸν πῦρ τὸν θεόν, καὶ συνεστάναι ἐκ πυρὸς τὰ πάντα καἲ εἰς πῦρ ἀναλυθήσεσθαι· ᾦ σχεδὸν καὶ οἱ Στωϊκοὶ συντίθενται δόγματι, ἐκπύρωσιν προσδοκῶντες. μάλιστα δὲ πάντων συγκατατίθεται τῇ μετενσωματώσει, οὕτως εἰπών· Ἤτοι μὲν γὰρ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θαμνός τ᾿ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς. Οὗτος πάσας εἰς πάντα τὰ ζῶα μεταλλάττειν εἶπε τὰς ψυχάς. Καὶ γὰρ ὁ τούτων διδάσκαλος Πυθαγόρας ἔφη ἑαυτὸν Εὔφορβον γεγονέναι τὸν ἐπὶ Ἴλιον στρατεύσαντα, φάσκων ἐπιγινώσκειν τὴν ἀσπίδα. Ταῦτα μὲν ὁ Ἐμπεδοκλῆς.