Ταῦθ’ οὕτως σχεδιάζουσι, τὰ ὑπὸ πάντων ἀνθρώπων λεγόμενά τε καὶ γινόμενα πρὸς ἴδιον νοῦν <ἑρμηνεύοντες>, πνευματικὰ πάντα γίνεσθαι. ὅθεν καὶ τοὺς θεάτροις ἐπιδεικνυμένους λέγουσι μηδ’ αὐτοὺς ἀπρονοήτως τι λέγειν ἢ ποιεῖν. τοιγαροῦν, φησίν, ἐπὰν συνέλθῃ ὁ δῆμος ἐν τοῖς θεάτροις, εἰσιών τις ἠμφιεσμένος στολὴν ἔξαλλον, κιθάραν φέρων καὶ ψάλλων, οὕτως λέγει ᾄδων τὰ μεγάλα μυστήρια οὐκ εἰδὼς ἃ λέγει· εἴτε Κρόνου εἴτε Διὸς Διὸς μάκαρι εἴτε Ῥέας μεγάλας, χαῖρε <ὦ> τὸ ἄκουσμα Ρέας Ἄττι· σὲ καλοῦσι μὲν Ἀσσύριοι τριπόθητον Ἄδωνιν, ὅλη δ᾿ Αἴγυπτος Ὄσιριν, ἐπουράνιον μηνὸς κέρας Ἑλληνὶς σοφία, | Σαμοθρᾷκες Ἄδαμνα σεβάσμιον, f 38v Αἱμόνιοι Κορύβαντα, καὶ οἱ Φρύγες ἄλλοτε μὲν Πάπαν, ποτὲ δὲ <αὖ> νέκυν ἢ θεὸν ἢ τὸν ἄκαρπον αἰπόλον, ἢ χλοερὸν στάχυν στάχυν ἀμηθέντα, ἢ τὸν πολύκαρπος ἔτικτεν ἀμύγδαλος ἀνέρα συρικτάν. Τοῦτόν φησιν εἶναι πολύμορφον Ἄττιν, ὃν ὑμνοῦντες λέγουσιν οὔτως· 2 Psal. 18, 4 — 4f vgl. Iren. 11 14, 7 S. 300 Η — 11 μάκαρ] s. Malten, äol. Jahrbuch. XXVIII S. 33; Kuster, De tribus carminibus papyri Paris, magicae, Regimonti 1911 p. 30. 53 5 + ἐρμηνεύοντες Reitz., Tgl. S. 77, 24 πνευματικῶς (vgl. ἀΠρονοήτως) Reitz. 6 τοὺς <τοῖς> oder τοὺς ἐν <ἐν τοῖς> Miller 7 μηδ’ Schneidewin, III 247 μὴ Ρ 8 συνέλθῃ Wilamowitz (Hermes XXXVII 329): συνελθὼν Ρ, συνελθὼν — θεάτροις καθέζηται <καθέζηται καὶ> εἰσιών G. Hermann, Opusc. VIII 374 εἰσιών Keil: εἰσίοι Ρ, εἴσεισι Wil. (und οὗτος Ζ. 9) 11ff Versabteilung nach Wil. a. a. 11 μα Ρ (nicht μάκαρος) 12 μεγάλας] consonantische ürzung P μεγάλης Miller) + ὠ Wil. 13 ἄκρισμα G. Hermana, Opusc. VIII 374 15 ὅλη] καλεῖ Roeper 16f Ἕλληνος Ἑλληνὶς Diels) σοφία Wil.: ἕλληνες σοφίαν Ρ 17 Ἄδαμνα Bergk (Hesych. s. Αδαμνεῖν): ἀδὰμ Ρ 18 αἰμόνιοι Ρ, Μαιόνιοι Schneidewin S. 254 20 + αὗ Bergk 22 τὸν Wil.: ὃν V πολύκαρπον scheint S. 95, 22 vorausgesetzt zu werden 24 <τὸν> πολύμορφον We. Ἄττιν ὑμνήσω τὸν Ῥείης, οὐ κωδώνων σὺν βόμβοις οὐδ᾿ αὐλῶ Ἰδαίων Κουρήτων μυκητᾳ, ἀλλ’ εἰς Φοιβείαν μίξω μοῦσαν φορμίγγων· εὐοῖ, εὐάν, ὡς Πάν, ὡς Βακχεύς, ὡς ποιμὴν λευκῶν ἄστρων. Διὰ τούτους καὶ τοὺς τοιούτους λόγους παρεδρεύουσιν οὐτοι τοῖς λεγομένοις Μητρὸς μεγάλης μυστηρίοις, μάλιστα καθορᾶν νομίζοντες διὰ τῶν δρωμένων ἐκεῖ τὸ ὅλον μυστήριον. οὐδὲν γὰρ ἔχουσι πλέον οὗτοι τῶν ἐκεῖ δρωμένων, πλὴν ὅτι οὔκ εἰσιν ἀποκεκομμένοι, μόνον τὸ ἔργον τῶν ἀποκεκομμένων ἐκτελοῦσιν. πάνυ γὰρ πικρῶς καὶ πεφυλαγμένως παραγγέλλουσιν ἀπέχεσθαι ὡς ἀποκεκομμένοι τῆς πρὸς γυναῖκα ὁμιλίας. τὸ δὲ λοιπὸν ἔργον, ὡς εἰρήκαμεν διὰ πολλῶν, ὥσπερ οἱ ἀπόκοποι δρῶσι· τιμῶσι δὲ οὐκ ἄλλο τι ἢ τὸν νάας οὑτοι, Ναασσηνοὶ καλούμενοι.