καθέζεται οὐν μέσος τῆς ὕλης καὶ τοῦ πατρὸς ὁ υἱός, ὁ λόγος, ὁ ὄφις ἀεὶ κινούμενος πρὸς ἀκίνητον τὸν πατέρα καὶ κινουμένην τὴν ὕλην, καὶ ποτὲ μὲν στρέφεται πρὸς τὸν πατέρα καὶ ἀναλαμβάνει τὰς δυνάμεις εἰς τὸ πρόσωπον ἑαυτοῦ, ἀναλαβὼν δὲ τὰς δυνάμεις στρέφεται πρὸς τὴν ὕλην, καὶ ἡ ὕλη ἄποιος οὖσα καὶ ἀσχημάτιστος ἐκτυποῦται τὰς ἰδέας ἀπὸ τοῦ υἱοῦ, ἃς ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς ἐτυπώσατο. ἐκτυποῦται δὲ ὁ μὲν υἱὸς ἀπὸ τοῦ πατρὸς ἀρρήτως καὶ ἀλάλως καὶ ἀμεταστάτως, οὕτως ὥς φησι Μωϋσῆς ἀπὸ τῶν ῥάβδων τῶν ἀπὸ τῶν ποτιστηρίων ῥερευκέναι τὰ χρώματα τῶν ἐγκεκισσηυμένων. ὁμοίως δ’ αὐ καὶ ἀπὸ τοῦ υἱοῦ ἐπὶ τὴν ὕλην ῥερευκέναι τὰς δυνάμεις κατὰ τὸ ἐγκίσσημα τῆς δυνάμεως τῆς ἀπὸ τῶν ῥάβδων ἐπὶ τὰ ἐγκεκισσημένα· ἡ δὲ διαφορὰ τῶν χρωμάτων καὶ ἡ ἀνομοιότης ῥεύσασα ἀπὸ τῶν ῥάβδων διὰ τῶν ὑδάτων ἐπὶ τὰ πρόβατα διαφορά, φησί, γενέσεώς ἐστι φθαρτῆς καὶ ἀφθάρτου· μᾶλλον δὲ ὤσπερ ζωγραφῶν ἀπὸ τῶν ζῴων μηδὲν ἀφαιρούμενος τῇ γραφίδι πάσας ἐπὶ τὸν πίνακα μεταφέρει τάς ἰδέας ἐγγράφων, οὕτω ὁ υἱὸς τῇ δυνάμει τῇ ἑαυτοῦ ἀπὸ τοῦ πατρὸς ἐπὶ τὴν ὕλην τοὺς πατρικοὺς μεταφέρει χαρακτῆρας. ἔστιν οὖν πάντα τὰ πατρικὰ ἐνθάδε καὶ 3 Arat V. 46 ο. IV 47, 1) — 7 Arat 70 ο. IV 47, 5) — 24ff Gen. 30, 37 ff 11 + τῆς Miller 14 nach δὲ Raum von 4 Lettern, + καὶ We. 25 τῶν ἐπὶ τῶν We. 31 ζωγράφος We. οὐδέν. εἰ γάρ τις, φησίν, ἐξισχύσει τῶν ἐνθάδε καὶ ἐννοηθῆναι ὅτι ἐστὶ πατρικὸς χαρακτὴρ ἄνωθεν μετενηνεγμένος μένος ἐνθάδε σωματοποιηθείς, ὥσπερ ἐγκίσσμά τι τὸ ἀπὸ τῆς ῥάβδος λευκὸν γέγονεν, ὁμοούσιον τῷ πατρὶ τῷ ἐν τοῖς οὐρανοῖς ὅλως, καὶ ἐκεῖ ἀνέρχεται· ἐὰν δὲ μὴ τύχῃ τῆς διδασκαλίας ταύτης μηδὲ τὴν ἀνάγκην τῆς γενέσεως ἐπιγνῷ, ὥσπερ ἔκτρωμα ὑπὸ νύκτα γεννώμενον ὑπὸ νύκτα ἀπολεῖται.