δεύτερον δὲ δὴ κατὰ τὸν αὐτὸν τρόπον, ὡς γέγονεν ὁ κόσμος κόσμος τῆς ἀπορροίας τῆς ἄνω, οὕτως τὰ ἐνθάδεἀπὸ τῆς ἀπορροίας τῶν ἀστέρεων γένεσιν ἔχειν καὶ φθορὰν λέγουσι καὶ διοικεῖσθαι. ἐπεὶ γοῦν οἱ ἀστρολόγοι ἴσασιν ὡροσκόπον καὶ μεσουράνημα καὶ δύσιν καὶ ἀντιμεσουράνημα καὶ τούτων τῶν ἄστρων ἄλλοτε ἄλλως κινουμένων διὰ τὴν στροφὴν ἀεὶ τοῦ παντὸς ἄλλοτε ἄλλα ἀποκλίματα εἶναι κατὰ κέντρον καὶ κέντροις ἐπαναφοράς, ἀλληγοροῦντες τὴν διαταγὴν τῶν ἀστρολόγων τὸ μὲν κέντρον οἱονεὶ θεὸν καὶ μονάδα καὶ κύριον τῆς πάσης γενέσεως ὑποτυποῦσι, τὸ δὲ ἀπό- 26—29 vgl. Sext. Adv. astrol. § 13. 14; Vettius Valens II 2 S. 56 é-Leclercq, ’astrologie grecque, Paris 1899 S. 273f 4 Φαέθων? ö. ταδύηκεν κέλαδος Ρ: Τυδεύς Ἐγκέλαδος ö., Τάλο,ς Κέλαδος Miller 8 ἀθαμάς Ρ 11 ἀμημώνη Ρ 12 Ἰασίων ö.: ἰάσων Ρ 13 <οἱ> ἕως We. 14 καταφανῆ Ρ 19 ἀπορίαν Ρ εἰδικὸν Cruice 21 τοῦδε (so) Ρ (nicht τούσδε) 22 ἐναλλάξαντας Miller 27 δῦνον Sext. 28 κινουμένων Miller: γινομένων P 29 καὶ κέντρων? ö. 31 ὑποτυποῦσι ö.: ὑποτυποῦντες P κλιμα ἀριστερόν, τὴν δ᾿ ἐπαναφορὰν δεξιόν. ὅταν οὖν τοῖς γράμμασιν αὐτῶν εντυχών τις δύναμιν εὑρίσκῃ παρ᾿ αὐτοῖς λεγομένην δεξιὰν ἢ ἀριστεράν, ἀνατρεχέτω ἐπὶ τὸ κέντρον καὶ τὸ ἀπόκλιμα καὶ τὴν <ἐπ>αναφοράν, <καὶ> κατόψεται σαφῶς πᾶσαν αὐτῶν τὴν πραγματείαν ἀστρολογικὴν διδασκαλίαν καθεστῶνσαν. Καλοῦσι δὲ αὑτοὺς Περάτας, μηδὲν δύνασθαι νομίζοντες τῶν ἐν γενέσει καθεστηκότων διαφυγεῖν τὴν ἀπὸ τῆς γενέσεως τοῖς γεγενημένοις ὡρισμένην μοῖραν. εἰ γάρ τι, φησί, »γεννητόν, ὅλως καὶ φθείρεται«, καθάπερ καὶ Σιβύλλῃ δοκεῖ· μόνοι δέ, φησίν, ἡμεῖς οἱ τὴν ἀνάγκην τῆς γενέσεως ἐγνωκότες καὶ τὰς ὁδούς, δι’ ὧν εἰσελήλυθεν ὁ ἄνθρωπος εἰς τὸν κόσμον, ἀκριβῶς δεδιδαγμένοι διελθεῖν καὶ περᾶσαι τὴν φθορὰν μόνοι δυνάμεθα. ἔστι δὲ ἡ φθορά, φησί, τὸ ὕδωρ, οὐδὲ ἄλλῳ τινί, φησίν, ἐφθάρη τάχιον ὁ κόσμος ἢ ὕδατι. τὸ δὲ ὕδωρ ἐστὶ τὸ περιεσφαιρωκὸς ἐν τοῖς προαστείοις, λέγουσιν, ὁ Κρόνος· δύναμις γάρ, φησίν, ὑδατόχρους, ἥντινα δύναμιν, φησί, τουτέστι τὸν Κρόνον, οὐδεὶς τῶν ἐν γενέσει καθεστώτων διαφυγεῖν δύναται·