Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν δόξαν πᾶσιν ἐπεχείρησε. Πύρρων ὁ Ἀκαθήμοις· οὑτος ἀκαταληψίαν τῶν πάντων λέγειλ. Βραχμᾶνες οἱ ἐν Ἰνδοῖς, Δρυίδαι οἱ ἐν Κελτοῖς, καὶ Ἡσίοδος. οὐδένα μῦθον τῶν παρ’ Ελλησι ὠνομασμένων παραιτητέον. πιστὰ γὰρ καὶ τὰ ἀσύστατα αὐτῶν δόγματα ἡγητέον διὰ τὴν ὑπερβάλλουσαν τῶν αἱρετικῶν μανίαν, οἳ διὰ τὸ σιωπᾶν ἀποκρύπτειν τε τὰ ἄρρητα ἑαυτῶν μυστήρια ἐνομίσθησαν πολλοῖς θεὸν σέβειν· ὦν καὶ πάλαι 20 f Hinweis auf das ühere Syntagma; s. Harnack, Altchristl. Lit. I 323 Über den Titel s. meine ’orrede und Apparat zu S. 4, 12: ὡριγένους κατὰ πασῶν αἱρέσεως ἔλεγχοι Ο, ὠριγένους φιλοσοφουμένων Β L, Ο a. R., ὠριγένους πάντιμα τοῦ σοφωτάτου Τ 4 τῆς φυσικῆς Β φυσικοῖς L übergeschr. φιλοσόφοις > ΒΟ 5 τῆς ἠθικῆς L0 τῆς διαλεκτικῆς L0 11 σωκράτους σωκράτου L0 13 συνέστησεν Β 15 ἀκαδήμιος Roeper über die correctere Form s. önert, Mem. Hercul. 295): καδήμοις LO, καδιμιος Τ, ἀκάδημος Β, Ἀκαδημαϊκός Menagius zu Diog. IX 61; S.Register 17 + προοίμιον 19 διὰ τὸ Richter: διὰ τοῦ HSS τὰ] καὶ Β μετρίως τὰ δόγματα ἐξεθέμεθα, οὐ κατὰ λεπτὸν ἐπιδείξαντες, ἀλλ ἁδρομερῶς ἐλέγξαντες, μὴ † ἂν ἄξιον ἡγησάμενοι τὰ ἄρρητα εἰς φῶς ἄγειν, ὅπως, δι' αἰνιγμάτων ἡμῶν ἐκθεμένων τὰ δόξαντα αὐτοῖς αἰσχυνθέντες, μήποτε καὶ τὰ ἄρρητα ἐξειπόντες ἀθέους ἐπιδείξωμεν, παύσωνταί τι τῆς ἀλογίστου γνώμης καὶ ἀθεμίτου ἐπιχειρήσεως. ἀλλ’ ἐπεὶ ὁρῶ μὴ δυσωπουμένους αὐτοὺς τὴν ἡμετέραν ἐπιείκειαν μηδὲ λογιζομένους, ὡς θεὸς μακροθυμεῖ ὑπ' αὐτῶν βλασφημούμενος, ὅπως ἢ αἰδεσθέντες μετανοήσωσιν ἢ ἐπιμείναντες κριθῶσι, βιασθεὶς πρόειμι δείξων αὐτῶν τὰ ἀπόρρητα μυστήρια, ἃ τοῖς μυουμένοις μετὰ μεγάλης ἀξιοπιστίας παραδιδόασιν οὐ πρότερον ὁμολογήσαντες, εἰ μὴ τὸν τοιοῦτον δουλώσονται χρόνῳ ἀνακρεμάσαντες καὶ κλάσφημον πρὸς τὸν ὄντως θεὸν κατασκευάσαντες καὶ περιεργίᾳ γλιχόμενον τῆς ἐπαγγελίας ἴδωσι. καὶ τότε δοκιμάσαντες δέσμιον εἶναι τῆς ἁμαρτίας μυοῦσι τὸ τέλειον τῶν κακῶν παραδιδόντες, ὅρκοις δήσαντες μήτε ἐξειπεῖν μήτε τῷ τυχόντι μεταδοῦναι, εἰ μὴ ὁμοίως δουλωθείη, οὗ μόνου παραδοθέντος οὐκέτι ὅρκος ἀναγκαῖος ἠν· ὁ γὰρ ὑπομείνας παθεῖν καὶ παραλαβεῖν τὰ τέλεια αὐτῶν μυστήρια ἱκανῶς αὐτῷ τῷ ἔργῳ πρός τε τὴν ἰδίαν συνείδησιν καὶ πρὸς τὸ ἑτέροις μὴ ἐξειπεῖν ἔσται δεδεμένος. εἰ γὰρ ἐξείποι τινὶ ἀνθρώπων τὸ τοιοῦτον ἀνόμημα, οὔτε ἐν ἀνθρώποις λογισθήσεται οὔτε τὸ φῶς ὁρᾶν ἄξιος ἡγηθήσεται, * * ἃ καὶ ὄλογα ὄντα ἀνόμημα οὐκ ἐπιχειρεῖ, καθὼς έν τοῖς τόποις γενόμενοι ἐροῦμεν.