Τίνα τρόπον ὁ βασιλεὺς Κωνσταντῖνος ἐπὶ τὸ Χριστιανίζειν ἐλήλυθεν. Ἡνίκα Διοκλητιανὸς, καὶ Μαξιμιανὸς ὁ ἐπικληθεὶς Ἡρκούλιος, A.D. 305. ἐκ συνθέματος τὴν βασιλείαν ἀποθέμενοι, τὸν ἰδιωτικὸν ἐπανείλοντο βίον: καὶ Μαξιμιανὸς ὁ ἐπικληθεὶς Γαλέριος, ὁ συμβασιλεύσας αὐτοῖς, ἐπιβὰς τῆς Ἰταλίας, δύο κατέστησε Καίσαρας, Μαξιμῖνον μὲν ἐν τοῖς κατὰ τὴν ἑῴαν, Σεβῆρον δὲ ἐν τοῖς κατὰ τὴν Ἰταλίαν: κατὰ δὲ τὰς Βρεττανίας Κωνσταντῖνος ἀνηγορεύθη βασιλεὺς, Euseb. *wit. Con. i. 21. εἰς τόπον Κωνστανίου τοῦ πατρὸς αὐτοῦ, τεθνηκότος τῷ πρώτῳ A.D. 306. ἐνιαυτῷ τῆς διακοσιοστῆς ἑβδομηκοστῆς πρώτης Ὀλυμπιάδος, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ Ἰουλίου μηνός: ἐν Ῥώμῃ δὲ ὑπὸ τῶν στρατιωτῶν τῶν πραιτωρίων, Μαξέντιος ὁ υἱὸς Μαξιμιανοῦ τοῦ Ἡρκουλίου, ᾔρθη τύραννος μᾶλλον ἢ βασιλεύς: ἐκ τούτων ὁ Ἡρκούλιος εἰς ἐπιθυμίαν πάλιν βασιλείας ἀρθεὶς, ἐπεχείρησεν ἀπολέσαι τὸν υἱὸν Μαξέντιον: ἀλλὰ τοῦτο μὲν ποιῆσαι ὑπὸ τῶν στρατιωτῶν διεκωλύθη: ὕστερον δὲ ἐν Ταρσῷ τῆς Κιλικίας ἐτελεύτα τὸν βίον: Σεβῆρος δὲ ὁ Καῖσαρ ὑπὸ τοῦ Γαλερίου Μαξιμίνου A.D. 307. πεμφθεὶς εἰς τὴν Ῥώμην ἐπὶ τὴν Μαξεντίου σύλληψιν, ἀνῃρέθη, τῶν στρατιωτῶν προδεδωκότων αὐτόν: καὶ τὰ τελευταῖα πάντα Μαξιμιανὸς A.D. 310. ὁ Γαλέριος περιέπων τελευτᾷ, Λικίννιον πρότερον βασιλέα καταστήσας: ὃς ἦν ἐκ παλαιῶν τῶν χρόνων συστρατιώτης αὐτῷ καὶ φίλος, ἀπὸ Δακίας ὁρμώμενος. Μαξέντιος δὲ κακῶς τοὺς Ῥωμαίους ἐπέτριβε, τυραννικῷ μᾶλλον ἢ βασιλικῷ τρόπῳ χρώμενος κατ̓ αὐτῶν: μοιχεύων ἀνέδην τὰς τῶν ἐλευθέρων γυναῖκας, καὶ πολλοὺς ἀναιρῶν, καὶ ποιῶν τὰ τούτοις ἀκόλουθα. Τοῦτο γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνος, ῥύσασθαι Ῥωμαίους τῆς ὑπ̓ αὐτὸν δουλείας ἐσπούδαζεν: εὐθύς τε φροντίδας ἐτίθη, τίνα τρόπον καθέλοι τὸν τύραννον: καὶ ὡς ἦν ἐν τηλικαύτῃ φροντίδι, ἐπενόει τίνα Θεὸν ἐπίκουρον πρὸς τὴν μάχην καλέσειε: κατὰ νοῦν τε ἐλάμβανεν, ὡς οὐδὲν ὤναντο οἱ περὶ Διοκλητιανὸν, περὶ τοὺς Ἑλλήνων θεοὺς διακείμενοι: ηὕρισκέν τε ὡς ὁ αὐτοῦ πατὴρ Κωνστάντιος, ἀποστραφεὶς τὰς Ἑλλήνων θρησκείας, εὐδαιμονέστερον τὸν βίον διήγαγεν. Ἐν τοιαύτῃ τοίνυν ἀμφισβητήσει τυγχάνοντι, καί που ἅμα τοῖς στρατιώταις ὁδεύοντι, συνέβη θαυμάσιόν τι καὶ λόγου κρεῖττον θεάσασθαι. Περὶ γὰρ μεσημβρινὰς ἡλίου ὥρας, ἤδη τῆς ἡμέρας ἀποκλινούσης, εἶδεν ἐν τῷ οὐρανῷ στύλον φωτὸς Eus. *w. C. i. 28. σταυροειδῆ, ἐν ᾧ γράμματα ἦν λέγοντα, Ἐν τούτῳ νίκα. Τοῦτο φανὲν τὸ σημεῖον τὸν βασιλέα ἐξέπληττεν: αὐτός τε τοῖς οἰκείοις σχεδὸν ἀπιστῶν ὀφθαλμοῖς, ἠρώτα καὶ τοὺς παρόντας, εἰ καὶ αὐτοὶ τῆς αὐτῆς ἀπολαύουσιν ὄψεως. Τῶν δὲ συμφωνησάντων, ἀνερρώννυτο μὲν ὁ βασιλεὺς ἐπὶ τῇ θείᾳ καὶ θαυμαστῇ φαντασίᾳ. Νυκτὸς δὲ ἐπιλαβούσης, κατὰ τοὺς ὕπνους ὁρᾷ τὸν Χριστὸν λέγοντα αὐτῷ, κατασκεύασαι κατὰ τὸν τύπον τοῦ ὀφθέντος σημείου, καὶ τούτῳ κατὰ τῶν πολεμίων, ὡς ἑτοίμῳ κεχρῆσθαι τροπαίῳ. Τούτῳ πεισθεὶς τῷ χρησμῷ, κατασκευάζει μὲν τὸ σταυροειδὲς τρόπαιον, ὃ μέχρι νῦν τοῖς βασιλείοις φυλάττεται: σὺν προθυμίᾳ δὲ μείζονι πρὸς τὰς πράξεις ἐχώρει, συμβαλών τε αὐτῷ πρὸ τῆς Ῥώμης περὶ τὴν καλουμένην Μουλβίαν γέφυραν νικᾷ, Μαξεντίου εἰς τὸν Eus. *w. C. i. 38. ποταμὸν ἀποπνιγέντος: ἦν δὲ τοῦτο ἕβδομον ἔτος τῆς βασιλείας A.D. 312. αὐτοῦ, ἡνίκα τὴν κατὰ Μαξεντίου ᾔρατο νίκην. Μετὰ ταῦτα Λικιννίου τοῦ συμβασιλεύοντος αὐτῷ, τοῦ καὶ γαμβροῦ αὐτοῦ τυγχάνοντος ἐπὶ τῇ ἀδελφῇ αὐτοῦ Κωνσταντίᾳ, κατὰ τὴν ἑῴαν διάγοντος, αὐτὸς ἀπολαύσας τῶν τηλικούτων εὐεργεσιῶν τοῦ Θεοῦ, χαριστήρια τῷ εὐεργέτῃ προσέφερε. Ταῦτα δὲ ἦν, ἀνεῖναι τοὺς Χριστιανοὺς τοῦ διώκεσθαι, καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἀνακαλεῖσθαι, τοὺς δὲ ἐν δεσμωτηρίῳ ἀφίεσθαι, καὶ τοῖς δημευθεῖσιν αὐτῶν τὰς οὐσίας ἀποκαθίστασθαι: τάς τε ἐκκλησίας ἀνώρθου, καὶ πάντα ἐποίει σὺν προθυμίᾳ πολλῇ. Ἐν τούτῳ δὲ καὶ Διοκλητιανὸς, ὁ τὴν βασιλείαν ἀποθέμενος, ἐν Σαλῶνι τῆς Δαλματίας A.D. 313. ἐτελεύτα.