Τὸ τοῦ βιβλίου προοίμιον. Εὐσέβιος ὁ Παμφίλου ἐν ὅλοις δέκα βιβλίοις τὴν ἐκκλησιαστικὴν ἱστορίαν ἐκθέμενος, κατέπαυσεν εἰς τοὺς χρόνους τοῦ βασιλέως Κωνσταντίνου, ἐν οἷς καὶ ὁ παρὰ τοῦ Διοκλητιανοῦ κατὰ Χριστιανῶν γενόμενος διωγμὸς ἀπεπαύσατο. Γράφων δὲ ὁ αὐτὸς εἰς τὸν βίον Κωνσταντίνου, τῶν κατ̓ Ἄρειον μερικῶς μνήμην πεποίηται, τῶν ἐπαίνων τοῦ βασιλέως, καὶ τῆς πανηγυρικῆς ὑψηγορίας Cp. c. 16. τῶν λόγων μᾶλλον, ὡς ἐν ἐγκωμίῳ φροντίσας, ἢ περὶ τοῦ ἀκριβῶς περιλαβεῖν τὰ γενόμενα. Ἡμεῖς δὲ προθέμενοι συγγράψαι τὰ ἐξ ἐκείνου μέχρι τῶν τῇδε περὶ τὰς ἐκκλησίας γενόμενα, τῆς ὑποθέσεως ἀρχὴν, ἐξ ὧν ἐκεῖνος ἀπέλιπε, ποιησόμεθα: οὐ φράσεως ὄγκου φροντίζοντες, ἀλλ̓ ὅσα ἢ ἐγγράφως εὕρομεν, ἢ παρὰ τῶν ἱστορησάντων ἠκούσαμεν διηγουμένων. Καὶ ἐπειδὴ πρὸς τὸ προκείμενον συλλαμβάνεται ἡμῖν μνημονεῦσαι, τίνα τρόπον ὁ βασιλεὺς Κωνσταντῖνος ἐπὶ τὸ Χριστιανίζειν ἐλήλυθε, μικρὰ περὶ τούτου ὡς οἷόν τε μνημονεύσωμεν, ἐνθένδε πόθεν τὴν ἀρχὴν ποιησάμενοι.