διαβολῆς δὲ αὐτῷ τινος γενομένης περὶ τὰ μειράκια, ἣν θεμιτὸν οὐκ ἦν ἐμοὶ γράφειν ἐς μνήμην ἀξιολόγων ἀνέντι τὴν γραφήν, ἐκπεσὼν τῆς Κωνσταντινουπόλεως κατέσχε τὴν Νικομήδειαν. κἀκεῖθεν δὲ τῆς φήμης ἐπισπομένης καὶ παραθεούσης αὐτῷ διὰ ταχέων ἀποκρουσθεὶς μετὰ χρόνον τινὰ ἐπὶ τὴν ἑαυτοῦ πατρίδα καὶ πόλιν ἐπανέρχεται κἀκεῖ τὸν πάντα ἐβίω χρόνον μακρὸν καὶ παρατείνοντα γενόμενον. 8. Μνήμην μὲν οὖν αὐτῷ τὴν πρέπουσαν κἀν τοῖς βιβλίοις τοῖς κατὰ τὸν Ἰουλιανὸν ἡ γραφὴ πεποίηται, τὰ δὲ καθ’ ἕκαστον νῦν ἐπεξελεύσεται. 1 ἀπήλαυσε Α | τὰ om. Α 3 μέγα φρονοῦσιν scripsi μεγα- φρονοῦσι AL (et Lundström) μεγαλοφρονοῦσιν Boiss. 6 γων τε ὁμοῦ καὶ om. L 10 ἢν om. Α 13 κἀκεῖ Α | δὲ om. L 14 μετὰ χρόνον τινὰ om. L 17 Μνήμην — 19 ἐπεξ- ελεύσεται om. L | αὐτοῦ? | χάν τοῖς βιβλίοις τοῖς κατὰ τὸν Ἰουλιανὸν] Unde nonnulla saltem, ut primus Boissonadius Eun. I 544 cognovit, transierunt in Suidae lexicon s. ν. Λιβάνιος· Ὁ δὲ Ἰουλιανὸς ὁ παραβάτης] καίπερ τοσούτοις ἐμβεβηκὼς τῆς τε περὶ λόγους ἥπτετο φιλοτιμίας καὶ τὸν τῆς Ἀντιοχείας σοφι- στήν, ᾦ Λιβάνιος ὄνομα, διαφερόντως ἐθαύμασεν, τὰ μὲν ἴσως ἐπαινῶν, τὰ δὲ ὅπως λυποίη τὸν μέγαν σοφιστὴν Προαιρέσιον, προτιμῶν ἕτερον. Ἀκάκιος γοῦν τις αὐτῷ τῶν περὶ τὴν ῥητορι- κὴν δεινῶν καὶ ὁ ἐκ Φρυγίας Τουσκιανὸς δεῖ πρὸς ταῦτα ἐπε- κάλουν καὶ διεμέμφοντο τὰς κρίσεις cf. s. ν. Προαιρέσιος et Ἀκάκιος. Eunap. vit. soph. p. 68 et 73 ed. Boiss. Eunap. ed. Bonn. 1829 p. 108 fr. ζ'. Mueller fr. hist. gr. IV p. 24 Quae Boissonadio oblocutus est Bernhardyus ad Suidae 1. 1. stare non possunt. Recte vero is etiam quae apud Suidam s. ν. Ἰάκωβος leguntur οὗτος πιὼν φάρμακον ἐπὶ Οὐάλεντος ἐτελεύ- τησεν, ἦν δὲ ὁ συμβουλεύσας αὐτῷ πιεῖν τὸ φάρμακον Λιβάνιος ὁ σοφιστὴς διὰ τὸ ἐπιζητῆσαι, τίς ὁ διαδεξόμενος τὴν βασίλειαν Οὐάλεντος ad Eunapium rettulit. 9. Οὐδεὶς δὲ τῶν συμμιξάντων Λιβανίῳ καὶ συνουσίας ἀξιωθέντων ἀπῆλθεν ἄδηκτος, ἀλλὰ τό τε ἦθος εὐθὺς οἶός τις ἦν ἔγνωστο, καὶ συνεῖδεν αὐτοῦ τά τε] τῆς ψυχῆς ἐπί τε τὸ χεῖρον καὶ τὸ κρεῖττον ῥέποντα, καὶ τοσοῦτος ἦν ἐς τὴν πλάσιν καὶ τὴν πρὸς ἅπαντας ἐξομοίωσιν. ὥστε ὁ μὲν πολύπους λῆρος ἠλέγχετο, τῶν δὲ συγγιγνομένων ἕκαστος ἄλλον ἑαυτὸν ὁρᾶν ὑπελάμβανεν. ἔφασκον γοῦν αὐτὸν οἱ πεπειραμένοι πίνακά τινα καὶ ἐκμαγεῖον εἶναι παντοδα- πῶν ἠθῶν καὶ ποικίλων, οὐδ’ ἂν ἥλω ποτὲ πολλῶν καὶ διαφόρων συνεληλυθότων ὅτῳ μᾶλλον τέρπεται, ἀλλὰ κἀπὶ τοῖς ἐναντίοις ἐπῃνεῖτο παρὰ τῶν τὸν ἐναντίον ἐλαυνόντων βίον, καὶ πᾶς τις αὐτὸν τὰ σφέτερα θαυμάζειν ᾤετο. οὕτω πολύμορφόν τι χρῆμα καὶ ἀλλοπρόσαλλον ἦν. γάμου δὲ καὶ οὗτος ἠμέλησε, πλὴν ὅσα γε αὐτῷ γυνή τις ξυνῆν οὐκ ἀπὸ ὁμοίας τῆς ἀξιώσεως. 10. Ὁ δὲ λόγος αὐτῷ περὶ μὲν τὰς μελέτας παντελῶς ἀσθενὴς καὶ τεθνηκὼς καὶ ἄπνους, καὶ διαφαίνεταί γε οὗτος μὴ τετυχηκέναι διδασκάλου, καὶ γὰρ τὰ πλεῖστα τῶν κοινῶν καὶ παιδὶ γνωρίμων περὶ τὰς μελέτας ἠγνόει, περὶ δὲ ἐπι- στολὰς καὶ συνουσίας ἑτέρας ἱκανῶς ἐπὶ τὸν ἀρχαῖον φέρει καὶ διεγείρεται τύπον, καὶ χάριτός γε αὐτῷ καὶ κωμι- κῆς βωμολοχίας ἀναπέπλησται τὰ συγγράμματα, καὶ ἡ κομ- ψότης περιτρέχει πανταχόσε διακονουμένη τοῖς λόγοις. 10 καὶ 1 δὲ om. Α | συλλεγέντων Α 2 ἄδηλος Gataker ad Μ. Anton. ρ. 333 et Boiss. ἄληπτος Wyttenbach (Supplem. ad epp. Ruhnkenii et Wyttenbachii, Lugd. Bat. 1847 p. 89), at Plut. Pomp. 2 οὐκ ἦν ἐκείνῳ συναναπαυσαμένην ἀδήκτως ἀπελ- θεῖν 3 καὶ συνεῖδεν — ῥέποντα om. L | συνεῖδεν scripsi se- cundum Wyttenb. l. l. συνεῖχεν Α συνῆκεν Boiss. | τε Can- cellis inclusi 5 πρὸς ἅπαντας] εἰς ἑκάτερον Α 6 πολύπους om. Α cf. locum Theognidis 215 saepe a Plutarcho Laudatum (vid. Bergk) | ἠλέγχετο] ἦν αὐτὼ A | συνιόντων Α 7 ὁρᾶν ἑαυτὸν Α 10 ὠτὶ Α | καὶ ἐπὶ Α 12 αὐτὸν scripsi auctore Cobeto Mnem. VIII 15 αὐτῶν AL 16 De stilo Libanii quae Eunapius dicit iure iam Fed. Morellus qui vitam edidit (Liban. t. I p. 1 — Wyttenbachius, Cobetus ll. ll. repudiaverunt 20 συνεσίας (ε in ου corr. m2) Α 22 καταπέπλησται Α 23 ἐπιτρέχει Cobet l. l., at cf. Quintil. inst. or. II 21, 7 rhetoricam artem circum- currentem vocaverunt, quod in omni materia diceret | πανταχοῦ Α ὃ πάντες οἱ Συροφοίνικες ἔχουσι κατὰ τὴν κοινὴν ἔντευξιν ἡδὺ καὶ κεχαρισμένον, τοῦτο παρ’ ἐκείνου λαβεῖν μετὰ δείας ἔξεστιν. οἱ μὲν οὖν Ἀττικοὶ μυκτῆρα καὶ ἀστεἱσμὸν αὐτὸ καλοῦσιν, ὁ δὲ ὥσπερ κορυφὴν παιδείας τοῦτο ἐπετή- δευσεν ἐκ τῆς ἀρχαίας κωμῳδίας ὅλος εἰς τὸ ἀπαγγέλλειν εἱλκυσμένος καὶ τοῦ κατὰ θύραν τερπνοῦ καὶ γοητεύοντος τὴν ἀκοὴν γενόμενος. παιδείας δὲ ὑπερβολὴν καὶ ἀνα- γνώσεώς ἐστιν εὑρεῖν ἐν τοῖς λόγοις λέξεσι κατεγλωττισμέναις ἐντυγχάνοντα. τὰ γοῦν Εὐπόλιδος δένδρα, Λαισποδίαν καὶ Δαμασίαν, οὐκ ἂν παρῆκεν, εἰ τὰ ὀνόματα ἔγνω τῶν δέν- δρῶν οἷς νῦν αὐτὰ καλοῦσιν οἱ ἄνθρωποι. οὕτω λέξιν εὑρών τινα περιττὴν καὶ ὑπ’ ἀρχαιότητος διαλανθάνουσαν ὡς ἀνάθημά τι παλαιὸν καθαίρων εἰς μέσον τε ἦγε καὶ διακαθήρας ἐκαλλώπιζεν ὑπόθεσίν τε αὐτῇ περιπλάττων ὅλην καὶ διανοίας ἀκολουθούσας ὥσπερ ἅβρας τινὰς καὶ θερα- παίνας δεσποίνῃ νεοπλούτῳ καὶ τὸ γῆρας ἀπεξεσμένῃ. ἐθαύμασε μὲν οὖν αὐτὸν ἐπὶ τούτοις καὶ ὁ θειότατος Ἰουλιανός, ἐθαύμασε δὲ καὶ ὅσον ἀνθρώπινον τὴν ἐν τοῖς λόγοις χάριν. καὶ πλεῖστά γε αὐτοῦ περιφέρουσι βιβλία, καὶ ὁ νοῦν ἔχων ἀναλεγόμενος ἕκαστον αὐτῶν εἴσεται.