Λιβάνιον δὲ Ἀντιόχεια μὲν ἤνεγκεν ἡ τῆς Κοίλης κα- κιτνέβγς Σθρίας Συρίας πρώτη τῶν πόλεων, Σελεύκου τοῦ Νικά- τορος ἐπικληθέντος ἔργον. ἦν δὲ τῶν εὖ γεγονότων καὶ εἰς τοὺς ἄκρους ἐτέλει. νέος δὲ ὢν ἔτι καὶ κύριος ἑαυ- τοῦ πατέρων ἀπολελοιπότων ἀφικόμενος Ἀθήναζε οὔτε ὡς ἐκ Συρίας Ἐπιφανίῳ προσῆλθε μεγίστην ἔχοντι δόξαν οὔτε παρὰ Προαιρέσιον ἐφοίτησεν, ὡς ἐν τῷ πλήθει τῶν τῶν καὶ τῷ μεγέθει τῆς δόξης τῶν διδασκάλων καλυφθη- σόμενος, ἐνεδρευθεὶς δὲ ὑπὸ τῶν Διοφαντείων Διοφάντῳ προσένειμεν ἑαυτόν. καὶ ὡς οἱ πάνυ τὸν ἄνδρα κατα- μεμαθηκότες ἔφασκον, ταῖς μὲν ὁμιλίαις καὶ συνουσίαις τὸ γεγονὸς συμμαθὼν ἐλάχιστα παρεγίνετο καὶ τῷ διδασκάλῳ τις ὀχληρὸς οὐκ ἦν, αὐτὸς δὲ ἑαυτὸν ἐπὶ ταῖς μελέταις συν- εῖχε καὶ πρὸς τὸν ἀρχαῖον ἐξεβιάζετο τύπον τὴν ψυχὴν δια- πλάττων καὶ τὸν λόγον. ὥσπερ οὖν οἱ πολλάκις ποντες ἔστιν ὅτε καὶ τυγχάνοντες τοῦ σκοποῦ καὶ τὸ συνεχὲς τῆς μελέτης αὐτοῖς διὰ τῆς γυμνασίας τῶν ὀργάνων ὡς ἐπὶ τὸ πλεῖστον εὐστοχίας οὐκ ἐπιστήμην ἔφυσεν, ἀλλὰ τὴν τέχ- νην, οὕτω καὶ Λιβάνιος ἐκ τοῦ ζήλου τε καὶ τῆς παραθέ- σεως τῆς κατὰ μίμησιν προσαρτῶν ἑαυτὸν καὶ παραξέων ἡγεμόσιν ἀρίστοις, τοῖς ἀρχαίοις, καὶ οἷς ἐχρῆν ἑπόμενος ἐς 1 δὲ om. L 2 τῶν om. A 6 ἔχων Α 8 τῷ om. A | καμφθησόμενος Α 9 διοφαντειῶν Α 10 ἑαυτῶν in ἑαυτὸν corr. man. rec. Α 11 τὸ γεγονὸς συμμαθὼν om. L 14 ἐξ- εβιβάζετο Α 15 λόγον] τύπον L Ι ὥσπερ — 19 Λιβάνιος om. L | <βέλη> πέμποντες ? at cf. Plutarchum quem in deliciis buit Eunapius, de defect. orac. 50 ρ. 438 Α καθάπερ οἱ πολλὰ βάλλοντες ἐπιτυγχάνουσι πολλάκις 16 τυγχάνουσι? 19 τε om. Α 21 τοῖς ἀρχαίοις om. L et cancellavit Sievers, Leben des Libanios ρ. 48 cf. Liban. vit. § 24 p. 19, 6 R οἷς ἐχρῆν ἑπόμενον | ἑπόμενος om. L | ἐς om. Α ἴχνος τε ἄριστον ἐνέβαινε καὶ ἀπήλαυε τῆς ὁδοῦ τὰ εἰκότα. θαρσήσας δὲ ἐπὶ τῷ λέγειν καὶ πείσας ἑαυτόν, ὡς ἐνά- μιλλος εἴη τοῖς ἐπὶ τούτῳ μέγα φρονοῦσιν, οὐχ εἵλετο περὶ μικρὰν πόλιν κρύπτεσθαι καὶ συγκαταπίπτειν τῷ τῆς πόλεως ἀξιώματι, ἀλλ’ ἐπὶ τὴν Κωνσταντινούπολιν διαβαλὼν ἄρτι παριοῦσαν εἰς μέγεθος καὶ ἀκμάζουσαν καὶ δεομένην ἔργων τε ὁμοῦ καὶ λόγων οἱ κατακοσμήσουσι, ταχὺ μάλα καὶ κατ αὐτὴν ἐξέλαμψεν εἰς συνουσίαν τε ἄριστος Ἄι χαριέστατος φανεὶς καὶ εἰς ἐπίδειξιν λόγων ἐπαφρόδιτος.