παιδείας δὲ ὑπερβολὴν καὶ ἀνα- γνώσεώς ἐστιν εὑρεῖν ἐν τοῖς λόγοις λέξεσι κατεγλωττισμέναις ἐντυγχάνοντα. τὰ γοῦν Εὐπόλιδος δένδρα, Λαισποδίαν καὶ Δαμασίαν, οὐκ ἂν παρῆκεν, εἰ τὰ ὀνόματα ἔγνω τῶν δέν- δρῶν οἷς νῦν αὐτὰ καλοῦσιν οἱ ἄνθρωποι. οὕτω λέξιν εὑρών τινα περιττὴν καὶ ὑπ’ ἀρχαιότητος διαλανθάνουσαν ὡς ἀνάθημά τι παλαιὸν καθαίρων εἰς μέσον τε ἦγε καὶ διακαθήρας ἐκαλλώπιζεν ὑπόθεσίν τε αὐτῇ περιπλάττων ὅλην καὶ διανοίας ἀκολουθούσας ὥσπερ ἅβρας τινὰς καὶ θερα- παίνας δεσποίνῃ νεοπλούτῳ καὶ τὸ γῆρας ἀπεξεσμένῃ. ἐθαύμασε μὲν οὖν αὐτὸν ἐπὶ τούτοις καὶ ὁ θειότατος Ἰουλιανός, ἐθαύμασε δὲ καὶ ὅσον ἀνθρώπινον τὴν ἐν τοῖς λόγοις χάριν. καὶ πλεῖστά γε αὐτοῦ περιφέρουσι βιβλία, καὶ ὁ νοῦν ἔχων ἀναλεγόμενος ἕκαστον αὐτῶν εἴσεται.