Κεφ. ϛ′. Περὶ τῶν ὑπερκοσμίων καὶ ἐγκοσμίων θεῶν. Τῶν δὲ θεῶν οἱ μέν εἰσιν ἐγκόσμιοι, οἱ δὲ ὑπερκόσμιοι. Ἐγκοσμίους δὲ λέγω αὐτοὺς τοὺς τὸν κόσμοποιοῦντας θεούς. Τῶν δὲ ὑπερκοσμίων οἱ μὲν οὐσίας ποιοῦσι θεῶν, οἱ δὲ νοῦν, οἱ δὲ ψυχάς· καὶ διὰ τοῦτο τρεῖς ἔχουσι τάξεις, καὶ πάσας ἐν τοῖς περὶ τούτων λόγοις ἔστιν εὑρεῖν. Τῶν δὲ ἐγκοσμίων οἱ μὲν εἶναι ποιοῦσι τὸν κόσμον, οἱ δὲ αὐτὸν ψυχοῦσιν, οἱ δὲ ἐκ διαφόρων ὄντα ἁρμόζουσιν, οἱ δὲ ἡρμοσμένον φρουροῦσι. Τούτων δὲ ὄντων τεσσάρων πραγμάτων, καὶ ἑκάστου πρῶτα ἔχοντος, καὶ μέσα καὶ τελευταῖα, καὶ τοὺς διοικοῦντας δώδεκα εἶναι ἀνάγκη. Οἱ μὲν οὖν ποιοῦντες τὸν κόσμον Ζεὺς καὶ Ποσειδῶν ἐστι καὶ Ἥφαιστος, οἱ δὲ ψυχοῦντες Δημήτηρ καὶ Ἥρα καὶ Ἄρτεμις, οἱ δὲ ἁρμόζοντες Ἀπόλλων καὶ Ἀφροδίτη καὶ Ἑρμῆς, οἱ δὲ φρουροῦντες Ἑστία καὶ Ἀθηνᾶ καὶ Ἄρης. Αἰνίγματα δὲ τούτων ἐν τοῖς ἀγάλμασιν ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ Ἀπολλῶν λύραν ἁρμόζει, ὥπλισται δὲ ἡ Ἀθηνᾶ, γυμνἡ δὲ ἡ Ἀφροδίτη· ἐπειδὴ ἁρμονία μὲν τὸ κάλλος ποιεῖ, τὸ δὲ κάλλος ἐν τοῖς ὁρωμένοις οὐ κρύπτεται. Τούτων δὲ πρώτως ἐχόντων τὸν κόσμον, καὶ τοὺς ἄλλους ἐν τούτοις ἡγητέον εἶναι θεούς, οἷον Διόνυσον μὲν ἐν Διί, Ἀσκληπιὸν δὲ ἐν Ἀπόλλωνι, Χάριτας δὲ ἐν Ἀφροδίτῃ. Καὶ σφαίρας δὲ τούτων ἔστιν ἰδεῖν, Ἑστίας μὲν Γῆν, Ποσειδῶνος δὲ ὕδωρ, Ἥρας δὲ ἀέρα, Ἡφαίστου δὲ πῦρ, ἓξ δὲ τὰς ἀνωτέρας, ὧν ἔθος νομίζειν, θεῶν· Ἀπόλλωνα γὰρ καὶ Ἄρτεμιν ἀνθ’ ἡλίου καὶ σελήνης ληπτέον· τὴν Κρόνου δὲ Δήμητρι δοτέον, Ἀθηνᾷ μὲν τὸν αἰθέρα· ὁ δὲ οὐρανὸς πάντων κοινός. Αἱ μὲν οὖν τάξεις καὶ δυνάμεις καὶ σφαῖραι τῶν δώδεκα θεῶν οὕτως εἴρηνταί τε καὶ ὕμνηνται. Κεφ. ζ′. Περὶ τῆς φύσεως τοῦ κόσμου καὶ ἀϊδιότητος. Αὐτὸν δὲ τὸν κόσμον ἄφθαρτόν τε καὶ ἀγέννητον εἶναι ἀνάγκη. Ἄφθαρτον μέν, ὅτι οὐκ ἔστι τούτου φθαρέντος ἢ χείρονα ἢ κρείττονα ποιῆσαι, ἢ τὸν αὐτόν, ἢ ἀκοσμίαν. Ἀλλ’ εἰ μὲν χείρονα, κακὸς ὁ ἐκ κρείττονος χεῖρον ποιῶν· εἰ δὲ κρείττονα, ἀδύνατος ὁ μὴ τὴν ἀρχὴν τὸ κρεῖττον ποιήσας· εἰ δὲ τὸν αὐτόν, μάτην ποιήσει· εἰ δὲ ἀκοσμίαν, ἀλλ’ οὐδὲ ἀκούειν τοῦτό γε θέμις. Ἀγέννητον δὲ ἱκανὰ μὲν δεῖξαι ταῦτα· εἰ γὰρ μὴ φθείρεται, οὐδὲ γέγονεν· ἐπειδὴ πᾶν τὸ γινόμενον φθείρεται, καὶ ὅτι ἀνάγκη διὰ τὴν τοῦ θεοῦ ἀγαθότητα ὄντος τοῦ κόσμου ἀεί τε τὸν θεὸν ἀγαθὸν εἶναι καὶ τὸν κόσμον ὑπάρχειν· ὥσπερ ἡλίῳ μὲν καὶ πυρὶ συνυφίσταται φῶς, σώματι δὲ σκιά. Τῶν δὲ ἐν τῷ κόσμῳ σωμάτων τὰ μὲν νοῦν μιμεῖται καὶ κύκλῳ κινεῖται, τὰ δὲ ψυχήν, καὶ ἐπ’ εὐθείας, πῦρ μὲν καὶ ἀὴρ ἄνω, γῆ δὲ καὶ ὕδωρ κάτω· τῶν δὲ κύκλῳ, ἡ μὲν ἀπλανὴς ἀπ’ ἀνατολῆς· αἱ δὲ ἑπτὰ ἐκ δύσεως φέρονται. Αἰτίαι δὲ τούτων πολλαὶ μὲν καὶ ἄλλαι, καὶ τὸ μή, ταχείας τῆς περιόδου τῶν σφαιρῶν γινομένης, ἀτελῆ τὴν γένεσιν εἶναι. Διαφόρου δὲ κινήσεως οὔσης διαφέρειν καὶ τὴν φύσιν τῶν σωμάτων ἀνάγκη· καὶ μήτε καίειν μήτε ψύχειν τὸ οὐράνιον σῶμα μηδὲ ἄλλο τι ποιεῖν, ἃ τῶν τεσσάρων στοιχείων. Σφαίρας δὲ οὔσης τοῦ κόσμου, (ὁ γὰρ ζῳδιακὸς δείκνυσι τοῦτο) ἐπειδὴ σφαίρας πάσης τὸ κάτω μέσον ἐστί, πανταχόθεν γὰρ πλεῖστον ἀφέστηκε· τά τε βαρέα φέρεται κάτω, φέρεται δὲ εἰς γῆν. Ταῦτα δὲ πάντα ποιοῦσι μὲν θεοί, τάττει δὲ νοῦς, κινεῖ δὲ ψυχή. Καὶ περὶ μὲν θεῶν ἤδη προείρηται. Κεφ. η′. Περὶ νοῦ καὶ ψυχῆς, καὶ ὅτι ἀθάνατος. Ἔστι δέ τις δύναμις, οὐσίας μὲν δευτέρα, ψυχῆς δὲ πρώτη, ἔχουσα μὲν ἐκ τῆς οὐσίας τὸ εἶναι, τελειοῦσα δὲ τὴν ψυχήν, ὥσπερ ἥλιος τὰς ὄψεις. Τῶν δὲ ψυχῶν αἱ μέν εἰσι λογικαὶ καὶ ἀθάνατοι, αἱ δὲ ἄλογοι καὶ θνηταί. Καὶ αἱ μὲν ἐκ τῶν πρώτων, αἱ δὲ ἐκ τῶν δευτέρων παράγονται θεῶν. Πρῶτον δὲ ὅ, τιπέρ ἐστι ψυχὴ ζητητέον. Ὧι τοίνυν διαφέρει τὰ ἔμψυχα τῶν ἀψύχων, τοῦτό ἐστι ψυχή. Διαφέρει δὲ κινήσει, αἰσθήσει, φαντασίᾳ, νοήσει. Ἔστιν ἄρα ψυχή, ἄλογος μέν, ζωὴ αἰσθητικὴ καὶ φανταστική· λογικὴ δὲ αἰσθήσεως καὶ φαντασίας ἄρχουσα, καὶ λόγῳ χρωμένη. Καὶ ἡ μὲν ἄλογος τοῖς σωματικοῖς ἕπεται πάθεσιν· ἐπιθυμεῖ γὰρ ἀλόγως καὶ ὀργίζεται· ἡ δὲ λογικὴ τοῦ τε σώματος μετὰ λόγου καταφρονεῖ, καὶ πρὸς τὴν ἄλογον μαχομένη, κρατήσασα μὲν ἀρετήν, ἡττηθεῖσα δὲ κακίαν ποιεῖ. Ἀθάνατον δὲ αὐτὴν εἶναι ἀνάγκη, ὅτι τε γινώσκει θεούς· (θνητὸν δὲ οὐδὲν ἀθάνατον οἶδε·) τῶν τε ἀνθρωπίνων πραγμάτων ὡς ἀλλοτρίων καταφρονεῖ, καὶ τοῖς σώμασιν ὡς ἀσώματος ἀντιπέπονθε· καλῶν μὲν γὰρ καὶ νέων ὄντων ἁμαρτάνει, γηρώντων δὲ ἐκείνων ἀκμάζει. Καὶ πᾶσα μὲν σπουδαία ψυχὴ κέχρηται νῷ· νοῦν δὲ οὐδὲν σῶμα γεννᾷ· πῶς γὰρ ἂν τὰ ἀνόητα νοῦν γεννήσαι; Ὀργάνῳ τε χρωμένη τῷ σώματι, οὐκ ἔστιν ἐν τούτῳ· ὥσπερ οὐδὲ ὁ μηχανοποιὸς ἐν τοῖς μηχανοποιήμασι· καίτοι πολλὰ τῶν μηχανημάτων οὐδενὸς ἁπτομένου κινεῖται Εἰ δὲ ὑπὸ τοῦ σώματος παρατρέπεται πολλάκις, θαυμάζειν οὐ δεῖ· καὶ γὰρ καὶ αἱ τέχναι τῶν ὀργάνων βλαβέντων ἐνεργεῖν οὐκ ἂν δύναιντο. Κεφ. θ′. Περὶ προνοίας καὶ εἱμαρμένης καὶ τύχης. Τὴν δὲ τῶν θεῶν πρόνοιαν ἔστι μὲν καὶ ἐκ τουτων ἰδεῖν. Πόθεν γὰρ ἡ τάξις τῷ κόσμῳ, εἴπερ μηδὲν ἦν τὸ τάττον; Πόθεν δὲ τὸ πάντα τινὸς ἕνεκα γίνεσθαι, οἷον ἄλογον μὲν ψυχήν, ἵνα αἴσθησις ᾖ· λογικὴν δὲ ἵνα κοσμῆται ἡ γῆ; Ἔστι δὲ καὶ ἐκ τῆς περὶ τὴν φύσιν προνοίας ἰδεῖν. Τὰ μὲν γὰρ ὄμματα διαφανῆ πρὸς τὸ βλέπειν κατεσκεύασται· ἡ δὲ ῥὶς ὑπὲρ τὸ στόμα διὰ τὸ κρίνειν τὰ δυσώδη· τῶν δὲ ὀδόντων οἱ μέσοι μὲν ὀξεῖς, διὰ τὸ τέμνειν, οἱ δὲ ἔνδον πλατεῖς, διὰ τὸ τρίβειν τὰ σιτία. Καὶ πάντα δὲ ἐν πᾶσιν οὕτω κατὰ λόγον ὁρῶμεν. Ἀδύνατον δὲ ἐν μὲν τοῖς ἐσχάτοις τοσαύτην εἶναι πρόνοιαν, ἐν δὲ τοῖς πρώτοις μὴ εἶναι. Αἵ τε ἐν τῷ κόσμῳ μαντεῖαι καὶ θεραπεῖαι σωμάτων γινόμεναι τῆς ἀγαθῆς προνοίας εἰσὶ τῶν θεῶν. Τὴν δὲ τοιαύτην περὶ τὸν κόσμον ἐπιμέλειαν οὐδὲν βουλομένους οὐδὲ πονοῦντας τοὺς θεοὺς ἡγητέον ποιεῖσθαι· ἀλλ’ ὥσπερ τῶν σωμάτων τὰ δύναμιν ἔχοντα αὐτῷ τῷ εἶναι ποιεῖ ἃ ποιεῖ· οἷον ἥλιος φωτίζει καὶ θάλπει αὐτῷ μόνῳ τῷ εἶναι· οὕτω πολὺ μᾶλλον ἡ τῶν θεῶν πρόνοια αὐτῇ τε ἀπόνως καὶ τοῖς προνοουμένοις ἐπ’ ἀγαθῷ γίνεται· ὥστε καὶ αἱ τῶν Ἐπικουρείων λέλυνται ζητήσεις· τὸ γὰρ θεῖόν φασιν οὐδὲ αὐτὸ πράγματα ἔχειν, οὐδὲ ἄλλοις παρέχειν. Καὶ ἡ μὲν ἀσώματος περί τε τὰ σώματα καὶ τὰς ψυχὰς πρόνοια τῶν θεῶν ἐστι τοιαύτη· ἡ δὲ ἐκ τῶν σωμάτων καὶ ἐν τοῖς σώμασιν ἑτέρα τε ταύτης ἐστί, καὶ εἱμαρμένη καλεῖται, διὰ τὸ μᾶλλον ἐν τοῖς σώμασι φαίνεσθαι τὸν εἱρμόν, περὶ ἣν καὶ ἡ μαθηματικὴ εὕρηται τέχνη. Τὸ μὲν οὖν μὴ μόνον ἐκ θεῶν, ἀλλὰ καὶ ἐκ τῶν θείων σωμάτων διοικεῖσθαι τὰ ἀνθρώπινα πράγματα, καὶ μάλιστα τήν σωματικὴν φύσιν, εὔλογόν τέ ἐστι καὶ ἀληθές, καὶ διὰ τοῦτο ὑγίειάν τε καὶ νόσον, εὐτυχίας τε καὶ δυστυχίας, κατ’ ἀξίαν ἐκεῖθεν γίνεσθαι ὁ λόγος εὑρίσκει. Τὸ δὲ ἀδικίας τε καὶ ἀσελγείας εἰς τὴν εἱμαρμένην ἀποδιδόναι, ἡμᾶς μὲν ἀγαθούς, τοὺς δὲ θεοὺς ποιεῖν ἐστι κακούς· εἰ μὴ ἄρα ἐκεῖνο λέγειν ἐθέλοι τις, ὡς ὅλως μὲν τῷ κόσμῳ καὶ τοῖς κατὰ φύσιν ἔχουσιν ἐπ’ ἀγαθῷ γίνεται πάντα, τὸ δὲ τραφῆναι κακῶς ἢ τὴν φύσιν σθενεστέρως ἔχειν τὰ παρὰ τῆς εἱμαρμένης ἀγαθὰ εἰς τὸ χεὶρον μεταβάλλει· σπερ τὸν ἤλιον ἀγαθὸν ὄντα πᾶσι, τοῖς ὀφθαλμιῶσιν ἢ πυρέσσουσι βλαδερὸν εἶναι συμδαίνει. Διὰ τί γὰρ Μασσαγέται μὲν τοὺς πατέρας ἐσθίουσιν, Ἐδραῖοι δὲ περιτέμνονται, Πέρσαι δὲ τὴν εὐγένειαν σώζουσι; πῶς δὲ Κρόνον τε χαὶ Ἂρην κακοποιοὺς λέγοντες πάλιν ποιοῦσιν ἀγαθούς, φιλοσοφίαν τε καὶ βασιλείαν, στρατηγίας τε καὶ θησαυροὺς εἰς ἐκείνους ἀνᾶγοντες; Εἰ δὲ τρίγωνα καὶ τετράγωνα λέξουσιν, ἄτοπον τὴν μὲν ἀνθρωπίνην ἀρετὴν πανταχοῦ τὴν αὐτὴν μένειν, τοὺς δὲ θεοὺς ἐκ τῶν τόπων μεταζάλλεσθαι. Τὸ δὲ καὶ πατέρων εὐγένειαν ἢ δυσγένειαν τ προλέγειν, ὡς οὐ πάντα ποιούντων, τινὰ δὲ σημαινόντων μόνον τῶν ἀστέρων διδάσκει· πῶς γὰρ ν τὰ πρὸ τῆς γενέσεως ἐκ τῆς γενέσεως γένοιτο; Ὣσπερ τοίνυν πρόνοια καὶ εἱμαρμένη ἐστὶ καὶ περὶ ἔθνη καὶ πόλεις, ἔστι δὲ καὶ περὶ ἕκαστον ἄνθρωπον· οὕτω καὶ τύχη, περὶ ἦς καὶ λέγειν ἀκόλουθον. Ἡ τοίνυν τὰ διάφορα καὶ τὰ παρ’ ἐλπίδα γινόμενα πρὸς ἀγαθὸν τάττουσα δύναμις τῶν θεῶν τύχη νομίζεται, καὶ διὰ τοῦτο μάλιστα κοινῇ τὰς πόλεις τὴν θεὸν προσήκει τιμᾶν· πᾶσα γὰρ πόλις ἐκ διαφόρων πραγμάτων συνίσταται. Ἐν τοῖς ὑπὸ σελήνην δὲ τὴν δύναμιν ἔχει, ἐπειδὴ ὑπὲρ σελήνην οὐδὲ ἒν ἐκ τύχης ἃν γένοιτο. Εἰ δὲ κακοὶ μὲν εὐτυχοῦσιν, ἀγαθοὶ δὲ πένονται, θαυμάζειν οὐ δεῖ· οἱ μὲν γὰρ πάντα, οἱ δὲ δι’ οὐδενὸς πλοῦτον ποιοῦσι. Καὶ τῶν μὲν κακῶν ἡ εὐτυχία οὐκ ἃν ἀφέλοι τὴν κακίαν, τοῖς δὲ ἀγαθοῖς ἡ ἀρετὴ μόνον ἀρκέσει. Κεφ. ι′. Περὶ ἀρετῆς καὶ κακίας. Οί δὲ περὶ τῆς ἀρετῆς καὶ κακίας λόγοι πάλιν τῶν περὶ ψυχῆς δέονται. Τῆς γὰρ ἀλόγου ούσης εἰς τὰ σώματα καὶ θυμὸν εὐθὺς καὶ ἐπιθυμίαν ποιούσης, ἡ λογικὴ τούτοις ἐφεστηκυῖα τριμερῆ ποιεῖ τὴν ψθχήν,ἐκ λόγου καὶ θυμοῦ καὶ ἐπιθυμίας. Ἀρετὴ δὲ λόγου μὲν φρόνησις, θυμοῦ δὲ ἀνδρεία, ἐπιθυμίας δὲ σωφροσύνη, ὄλης δὲ τῆς ψυχῆς δικαιοσύνη. Δεῖ γὰρ τὸν λόγον κρίνειν τὰ δέοντα, τὸν δὲ θυμὸν λόγῳ πειθόμενοὑ τῶν δοκούντων δεινῶν καταφρονεῖν, τὴν δὲ ἐπιθυμίαν μὴ τὸ φαινόμενον ἡδύ, ἀλλὰ τὸ μετὰ λόγου διώκειν. Τούτων δὲ οὕτως ἐχόντων ὁ βίος γίνεται δίκαιος· ἡ γὰρ περὶ χρήματα δικαιοσύνη μικρόν τι μέρος ἐστὶν ἀρετῆς. Καὶ διὰ τοῦτο ἐν μὲν τοῖς πεπαιδευμένοις πάσας ἔστιν ἰδεῖν· ἐν δὲ τοῖς ἀπαιδεύτοις ὁ μέν ἐστιν ἀνδρεῖος καὶ ἄδικος, ὁ δὲ σώφρων καὶ ἀνόητος, ὁ δὲ φρόνιμος καὶ ἀκόλαστος· ὥσπερ οὐδὲ ἀρετὰς προσήκει καλεῖν λόγου τε ἐστερημένας, καὶ ἀτελεῖς οὔσας, καὶ τῶν ἀλόγων τισὶ παραγινομένας. Ἡ δὲ κακία ἐκ τῶν ἐναντίων θεωρείσθω· λόγου μὲν ἄνοια, θυμοῦ δὲ δειλία, ἐπιθυμίας δὲ ἀκολασία, ὅλης δὲ τῆς ψυχῆς ἀδικία. Γίνονται δὲ αἱ μὲν ἀρεταὶ ἐκ πολιτείας ορθῆς καὶ τοῦ τραφῆναι καλῶς καὶ παιδευθῆναι, αἱ δὲ κακίαι ἐκ τῶν ἐναντίων.