<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="16"><head rend="center">Κεφ. ιϛ′.<lb/>Περὶ θυσιῶν καὶ τῶν ἄλλων τιμῶν, ὅτι θεοὺς μὲν οὐδέν, ἀνθρώπους δὲ ὠφελοῦμεν.</head><p rend="indent">Ἄξιον δὲ οἶμαι περὶ θυσιῶν βραχέα προσθεῖναι. Πρῶτον μὲν ἐπειδὴ πάντα παρὰ θεῶν ἔχομεν, δίκαιον δὲ τοῖς διδοῦσι τῶν διδομένων ἀπάρχεσθαι, χρημάτων μὲν δι’ ἀναθημάτων, σωμάτων δὲ διὰ κόσμου, ζωῆς δὲ διὰ θυσιῶν ἀπαρχόμεθα· ἔπειτα αἱ μὲν χωρὶς θυσιῶν εὐχαὶ λόγοι μόνον εἰσί, αἱ δὲ μετὰ θυσιῶν ἔμψυχοι λόγοι· τοῦ μὲν λόγου τὴν ζωὴν δυναμοῦντος, τῆς δὲ ζωῆς τὸν λόγον ψυχούσης. Ἔτι παντὸς πράγματος εὐδαιμονία ἡ οἰκεία τελειότης ἐστίν· οἰκεία δὲ τελειότης ἔκάστῳ ἡ πρὸς τὴν ἑαυτοῦ αἰτίαν συναφή. Καὶ διὰ τοῦτο ἡμεῖς εὐχόμεθα συναφθῆναι θεοῖς. Ἐπεὶ τοίνυν ζωὴ μὲν πρώτη ἡ τῶν θεῶν ἐστι, ζωὴ δέ τις καὶ ἡ ἀνθρωπίνη, βούλεται δὲ αὕτη συναφθῆναι ἐκείνῃ· μεσότητος δεῖται. Οὐδὲν γὰρ τῶν πλεῖστον διεστώτων ἀμέσως συνάπτεται, ἡ δὲ μεσότης ὁμοία εἶναι τοῖς συναπτομένοις ὀφείλει· ζωῆς οὖν μεσότητα ζωὴν ἐχρῆν εἶναι. Καὶ διὰ τοῦτο ζῷα θύουσιν ἄνθρωποι, οἳ τε νῦν εὐδαίμονες καὶ πάντες οἱ πάλαι· καὶ ταῦτα οὐχ ἁπλῶς, ἀλλ’ ἑκάστῳ θεῷ τὰ πρέποντα, <pb facs="fragmentaphiloso03mulluoft_0061"/> μετὰ πολλῆς τῆς ἄλλης θρησκείας. Καὶ περὶ μὲν τούτων ἱκανά.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="17"><head rend="center">Κεφ. ιζ′.<lb/>Ὅτι φύσει ἄφθαρτος ὁ κόσμος.</head><p rend="indent">Τὸν δὲ κόσμον ὅτι μὲν οὐκ ἂν θεοὶ φθεροῦσιν, εἴρηται. Ὅτι δὲ καὶ τὴν φύσιν ἄφθαρτον ἔχει, λέγειν ἀκόλουθον. Πᾶν γὰρ τὸ φθειρόμενον ἢ ὑφ’ ἑαυτοῦ φθείρεται ἢ ὑπὸ ἄλλου. Εἰ μὲν οὖν ὑφ’ ἑαυτοῦ ὁ κόσμος φθείρεται, ἔδει καὶ τὸ πῦρ ἑαυτὸ καίειν, καὶ τὸ ὕδωρ ἑαυτὸ ξηραίνειν. Εἰ δὲ ὑπὸ ἄλλου· ἢ σώματος, ἢ ἀσωμάτου. Ἀλλ’ ὑπὸ μὲν ἀσωμάτου ἀδύνατον· τὰ γὰρ ἀσώματα σώζει τὰ σώματα· οἷον φύσις καὶ ψυχή· οὐδὲν δὲ ὑπὸ τοῦ φύσει σώζοντος φθείρεται. Εἰ δὲ ὑπὸ <pb facs="fragmentaphiloso03mulluoft_0062"/> σώματος, ἢ ὑπὸ τῶν ὄντων, ἢ ὑπὸ ἑτέρων. Καὶ εἰ μὲν ὑπὸ τῶν ὄντων, ἢ ὑπὸ τῶν κύκλῳ κινουμένων τὰ ἐπ’ εὐθείας, ἢ ὑπὸ τῶν ἐπ’ εὐθείας τὰ κύκλῳ. Ἀλλ’ οὐδὲ τὰ κύκλῳ φθαρτικὴν ἔχει φύσιν· διὰ τί γὰρ μηδὲν ὁρῶμεν ἐκεῖθεν φθειρόμενον; οὐδὲ τὰ ἐπ’ εὐθείας ἐκείνων ἅψασθαι δύναται· διὰ τί γὰρ ἄχρι νῦν οὐκ ἠδυνήθη; Ἀλλ’ οὐδὲ τὰ ἐπ’ εὐθείας ὑπ’ ἀλλήλων φθείρεσθαι δύναται· ἡ μὲν γὰρ ἄλλου φθορὰ ἄλλου γένεσίς ἐστι· τοῦτο δὲ φθείρεσθαι μὲν οὐκ ἔστι, μεταβάλλεσθαι δέ. Εἰ δὲ ὑπ’ ἄλλων σωμάτων ὁ κόσμος φθείρεται, πόθεν γενομένων, ἢ ποῦ ὄντων οὐκ ἔστιν εἰπεῖν. Ἔτι πᾶν τὸ φθειρόμενον ἢ εἴδει, ἢ ὕλῃ φθείρεται· ἔστι δὲ εἶδος μὲν τὸ σχῆμα, ὕλη δὲ τὸ σῶμα. Καὶ τῶν μὲν εἰδῶν φθειρομένων, τῆς δὲ ὕλης μενούσης, ἕτερα ὁρῶμεν γινόμενα. Εἰ δὲ ὕλη φθείρεται, πῶς ἐν τοσούτοις ἔτεσιν οὐκ ἐπέλιπεν; Εἰ δὲ ἀντὶ τῆς φθειρομένης ἑτέρα γίνεται, ἢ ἐκ τῶν ὄντων ἢ ἐκ τῶν μὴ ὄντων γίνεται· ἀλλ’ εἰ μὲν ἐκ τῶν ὄντων, τῶν ὄντων μενόντων ἀεί, καὶ ἡ ὕλη ἔστιν ἀεί. Εἰ δὲ καὶ τὰ ὄντα φθείρεται, οὐ τὸν κόσμον μόνον, ἀλλὰ καὶ τὰ πάντα λέγουσι φθείρεσθαι. Εἰ δὲ ἐκ τῶν μὴ ὄντων ἡ ὕλη, πρῶτον μὲν ἀδύνατον ἐκ τῶν μὴ ὄντων εἶναί τι. Εἰ δὲ τοῦτο γένοιτο, καὶ δυνατὸν ἐκ τῶν μὴ ὄντων εἶναι τὴν ὕλην, ἕως ἂν ᾖ τὰ μὴ ὄντα, ἔσται καὶ ἡ ὕλη· οὐ γὰρ δήποτε καὶ τὰ μὴ ὄντα ἀπόλλυται. Εἰ δὲ ἀνείδεον λέγουσι μὲν τὴν ὕλην, πρῶτον μὲν διὰ τί οὐ κατὰ μέρη, ἀλλ’ ὅλῳ γίνεται τοῦτο τῷ κόσμῳ; ἔπειτα οὐ τὸ εἶναι τῶν σωμάτων, τὸ δὲ κάλλος φθείρουσι μόνον. Ἔτι πᾶν τὸ φθειρόμενον ἢ ἀφ’ ὧν ἐγένετο, εἰς ἐκεῖνα λύεται, ἢ εἰς τὸ μὴ ὂν ἀφανίζεται. Ἀλλ’ εἰ μὲν ἀφ’ ὧν ἐγένετο εἰς ἐκεῖνα λυθείη, πάλιν γίνεται ἕτερα· διὰ τί γὰρ τὴν ἀρχὴν ἐγένετο; Εἰ δὲ εἰς τὸ μὴ ὂν ἄπεισι τὰ ὄντα, τί κωλύει καὶ τὸν θεὸν τοῦτο παθεῖν; Εἰ δὲ ἡ δύναμις κωλύει, οὐκ ἔστι δυνατοῦ ἑαυτὸν μόνον σώζειν. Καὶ ὁμοίως δὲ ἀδύνατον ἐκ τῶν μὴ ὄντων γίνεσθαι τὰ ὄντα, καὶ τὰ ὄντα εἰς τὸ μὴ ὂν ἀφανίζεσθαι. Ἔτι ἀνάγκη τὸν κόσμον, εἰ φθείρεται, ἢ κατὰ φύσιν φθείρεσθαι ἢ παρὰ φύσιν. Παρὰ φύσιν δὲ φθείρεσθαι αὐτὸν ἀδύνατον. Οὐδὲ γὰρ τὸ παρὰ φύσιν προτερεῖ τῆς φύσεως· εἰ δὲ κατὰ φύσιν, δεῖ ἑτέραν εἶναι τὴν μεταβάλλουσαν τοῦ κόσμου τὴν φύσιν, ὅπερ οὐ φαίνεται. Ἔτι πᾶν τὸ φύσει φθειρόμενον καὶ ἡμεῖς φθείρειν δυνάμεθα· τοῦ δὲ κόσμου τὸ μὲν κυκλικὸν σῶμα οὔτε ἔφθειρέ τίς ποτε, οὔτε μετέβαλε· τὰ δὲ στοιχεῖα μεταβάλλειν μὲν δυνατόν, φθείρειν δὲ ἀδύνατον. Ἔτι πᾶν τὸ φθειρόμενον ὑπὸ χρόνου μεταβάλλεται καὶ γηρᾷ· ὁ δὲ κόσμος ἐν τοσούτοις ἔτεσιν ἀμετάβλητος μένει. Τοσαῦτα καὶ πρὸς τοὺς ἰσχυροτέρων ἀποδείξεων δεομένους εἰπόντες αὐτὸν ἡμῖν εὐχόμεθα ἵλεων τὸν κόσμον γενέσθαι. </p></div><pb facs="fragmentaphiloso03mulluoft_0063"/><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="18"><head rend="center">Κεφ. ιη′.<lb/>Διὰ τί ἀθεΐαι γίνονται· καὶ ὅτι θεὸς οὐ βλάπτεται.</head><p rend="indent">Καὶ μὴν οὐδὲ τὸ ἀθεΐας περί τινας τόπους τῆς γῆς γενέσθαι, πολλάκις δὲ ὕστερον ἔσεσθαι, ἄξιον ταράττειν τοὺς ἔμφρονας· ὅτι τε οὐκ εἰς θεοὺς γίνεται ταῦτα, ὥσπερ οὐδὲ αἱ τιμαὶ ἐκείνους ὠφελοῦσαι ἐφάνησαν. καὶ διὰ τὸ ἀδυνατεῖν μέσης οὐσίας οὖσαν τὴν ψυχὴν ἀεὶ κατορθοῦν· καὶ τὸ μὴ δύνασθαι πάντα τὸν κόσμον τῆς τῶν θεῶν προνοίας ἀπολαύειν ὁμοίως, ἀλλὰ τὰ μὲν αἰωνίως, τὰ δὲ κατὰ χρόνον, καὶ τὰ μὲν πρώτως, τὰ δὲ δευτέρως μετέχειν ἐκείνης· ὥσπερ καὶ τῶν αἰσθήσεων πασῶν μὲν ἡ κεφαλή, μιᾶς δὲ ὅλον τὸ σῶμα αἰσθάνεται. Καὶ διὰ τοῦτο, ὡς ἔοικεν, οἱ τὰς ἑορτὰς καταστησάμενοι καὶ ἀποφράδας ἐποίησαν, ἐν αἷς τὰ μὲν ἤργει τῶν ἱερῶν, τὰ δὲ ἐκλείετο, τῶν δὲ καὶ τὸν κόσμον ἀφῄρουν, τὴν ἀσθένειαν τῆς ἡμετέρας ἀφοσιούμενοι φύσεως. Καὶ κολάσεως δὲ εἶδος εἶναι ἀθεΐαν οὐκ ἀπεικός· τοὺς γὰρ γνόντας θεοὺς καὶ καταφρονήσαντας εὔλογον ἐν ἑτέρῳ βίῳ καὶ τῆς γνώσεως στέρεσθαι, καὶ τοὺς ἑαυτῶν βασιλέας ὡς θεοὺς <pb facs="fragmentaphiloso03mulluoft_0064"/> τιμήσαντας ἔδει τὴν δίκην αὐτῶν ποιῆσαι τῶν θεῶν ἐκπεσεῖν.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="19"><head rend="center">Κεφ. ιθ′.<lb/>Διὰ τί οἱ ἁμαρτάνοντες οὐκ εὐθέως κολάζονται.</head><p rend="indent">Εἰ δὲ μηδὲ τούτων, μηδὲ τῶν ἄλλων ἁμαρτημάτῶν εὐθὺς αἱ δίκαι τοῖς ἁμαρτήσασιν ἕπονται, θαυμάζειν οὐ δεῖ· ὅτι οὐ δαίμονές εἰσι μόνον οἱ κολάζοντες τὰς ψυχάς, ἀλλὰ καὶ αὐτὴ ἑαυτὴν ὑπάγει τῇ δίκῃ, καὶ ὅτι μένουσι τὸν ἅπαντα χρόνον, οὐκ ἐχρῆν ἐν ὀλίγῳ πάντων τυχεῖν· καὶ διὰ τὸ δεῖν ἀνθρωπίνην ἀρετὴν εἶναι. Εἰ γὰρ τοῖς ἁμαρτήσασιν εὐθὺς ἠκολούθουν αἱ δίκαι, φόβῳ δικαιοπραγοῦντες ἄνθρωποι ἀρετὴν οὐκ ἂν εἶχον. Κολάζονται δὲ τοῦ σώματος ἐξελθοῦσαι· αἱ μὲν ἐνταῦθα πλανώμεναι, αἱ δὲ εἴς τινας τόπους τῆς γῆς θερμούς, ἢ ψυχρούς, αἱ δὲ ὑπὸ δαιμόνων ταραττόμεναι. Πάντως δὲ μετὰ τῆς ἀλόγου ὑπομένουσι, μεθ’ ἧσπερ καὶ ἥμαρτον· δι’ ἣν καὶ τὸ σκιοειδὲς σῶμα ὑφίσταται, ὃ περὶ τοὺς τάφους καὶ μάλιστα τῶν κακῶς ζησάντων ὁρᾶται. </p></div><pb facs="fragmentaphiloso03mulluoft_0065"/><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="20"><head rend="center">Κεφ. κ′.<lb/>Περὶ μετεμψυχώσεως, καὶ πῶς εἰς ἄλογα λέγονται φέρεσθαι.</head><p rend="indent">Αἱ δὲ μετεμψυχώσεις, εἰ μὲν εἰς λογικὰ γένοιντο, αὐτὸ τοῦτο, ψυχαὶ γίνονται τῶν σωμάτων· εἰ δὲ εἰς ἄλογα, ἔξωθεν ἕπονται, ὥσπερ καὶ ἡμῖν οἱ εἰληχότες ἡμᾶς δαίμονες. Οὐ γὰρ ἄν ποτε λογικὴ ἀλόγου ψυχὴ γένοιτο. Τὴν δὲ μετεμψύχωσιν ἐκ τῶν ἐκ γενετῆς παθῶν ἔστιν ἰδεῖν. Διὰ τί γὰρ οἱ μὲν τυφλοί, οἱ δὲ παρειμένοι, οἱ δὲ καὶ αὐτὴν τὴν ψυχὴν κακῶς ἔχοντες τίκτονται; καὶ ἐκ τῆς φύσεως ἐχούσας ἐν σώματι πολιτεύεσθαι τὰς ψυχάς, μὴ δεῖ ἅπαξ ἐξελθούσας τὸν ἅπαντα αἰῶνα μένειν ἐν ἀργείᾳ; Εἰ γὰρ μὴ πάλιν αἱ ψυχαὶ εἰς σώματα φέροιντο, ἀνάγκη ἀπείρους εἶναι, ἢ τὸν θεὸν ἀεὶ ἑτέρας ποιεῖν. Ἀλλ’ οὐδὲ ἄπειρόν τι ἐν τῷ κόσμῳ· ἐν γὰρ πεπερασμένῳ ἄπειρόν τι οὐκ ἂν γένοιτο. Οὐδὲ ἄλλας γίνεσθαι δυνατόν· πᾶν γάρ, ἐν ᾧ τι γίνεται καινόν, καὶ ἀτελὲς εἶναι ἀνάγκη. Τὸν δὲ κόσμον ἐκ τελείου γενόμενον τέλειον εἶναι προσήκει. </p></div></div></body></text></TEI>