<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="11"><head rend="center">Κεφ. ια′.<lb/>Περὶ ὀρθῆς πολιτείας καὶ φαύλης.</head><p rend="indent">Καὶ αἱ πολιτεῖαι δὲ κατὰ τὴν τριμέρειαν γίνονται τῆς ψυχῆς. Ἐοίκασι γὰρ οἱ μὲν ἄρχοντες τῷ λόγῳ, οἱ δὲ στρατιῶται τῷ θυμῷ, οἱ δὲ δῆμοι ταῖς ἐπιθυμίαις. Καἱ ὅπου μὲν κατὰ λόγον πράττεται πάντα, καὶ ὁ πάντων ἄριστος ἄρχει, βασιλεία γίνεται· ὅπου δὲ κατὰ λόγον τε καὶ θυμὸν πλείους ἑνὸς ἄρχουσιν, ἀριστοκρατίαν εἶναι συμβαίνει· ὅπου δὲ κατὰ ἐπιθυμίαν πολιτεύονται, καὶ αἱ τιμαὶ πρὸς τὰ χρήματα γίνονται, τιμοκρατία ἡ τοιαύτη πολιτεία καλεῖται. Ἐναντία δέ, βασιλείᾳ μὲν τυραννίς, ἡ μὲν γὰρ μετὰ λόγου πάντα, ἡ δὲ οὐδὲν κατὰ λόγον ποιεῖ· ἀριστοκρατίᾳ δὲ ὀλιγαρχία, ὅτι οὐχ οἱ ἄριστοι, ἀλλ’ ὀλίγοι κάκιστοι ἄρχουσι· τιμοκρατίᾳ δὲ δημοκρατία, ὅτι οὐχ οἱ τὰς οὐσίας ἔχοντες, ἀλλ’ ὁ δῆμος κύριός ἐστι πάντων.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="12"><head rend="center">Κεφ. ιβ′.<lb/>Πόθεν τὰ κακά, καὶ ὅτι κακοῦ φύσις οὐκ ἔστιν.</head><p rend="indent">Ἀλλὰ πῶς θεῶν ἀγαθῶν ὄντων καὶ πάντα ποιούντων, τὰ κακὰ τῷ κόσμῳ; Ἢ πρῶτον μὲν αὐτὸ τοῦτο ῥητέον, ὅτι ἀγαθῶν οντων καὶ πάντα ποιούντων, κακοῦ φύσις οὐκ ἔστιν, ἀπουσίᾳ δὲ ἀγαθοῦ γίνεται, ὥσπερ καὶ σκότος αὐτὸ μὲν οὐκ ἔστιν, ἀπουσίᾳ δὲ φωτὸς γίνεται. Ἀνάγκη δέ, εἴπερ ἔστιν, ἢ ἐν θεοῖς εἶναι, ἢ νοῖς, ἢ ψυχαῖς, ἢ σώμασιν. Ἀλλ’ ἐν μὲν θεοῖς οὐκ ἔστιν, ἐπειδὴ πᾶς θεὸς ἀγαθός. Εἰ δὲ νοῦν τίς φησι κακόν, νοῦν ἀνόητον λέγει· εἰ δὲ ψυχήν, χείρονα ποιήσει σώματος· πᾶν γὰρ σῶμα καθ’ ἑαυτὸ κακίαν οὐκ ἔχει· εἰ δὲ ἐκ ψυχῆς καὶ σώματος, ἄλογον, κεχωρισμένα μὲν μὴ εἶναι κακά, συνελθόντα δὲ κακίαν ποιεῖν. Εῖ δὲ δαίμονάς τις λέγει κακούς, εἰ μὲν ἐκ θεῶν τὴν δύναμιν ἔχουσιν, οὐκ ἂν εἶεν κακοί, εἰ δὲ ἀλλαχόθεν, οὐ πάντα ποιοῦσιν οἱ θεοί. Εἰ δὲ μὴ πάντα ποιοῦσιν, ἢ βουλόμενοι οὐ δύνανται, ἢ δυνάμενοι οὐ βούλονται· ὦν οὐδέτερον πρέπει θεῷ. Ὅτι μὲν οὖν οὐδὲν ἐν τῷ κόσμῳ φύσει κακόν, ἐκ τούτων ἔστιν ἰδεῖν. Περὶ δὲ τὰς τῶν ἀνθρώπων ἐνεργείας, καὶ τούτων οὐ πάντων, οὐδὲ ἀεὶ φαίνεται τὰ κακά. Ταῦτα δέ, εἰ μὲν δι’ αὐτὸ τὸ κακὸν ἡμάρτανον ἄνθρωποι, αὐτὴ ἂν ἦν ἡ φύσις κακή· εἰ δὲ ὁ μὲν μοιχεύων τὴν μέν μοιχείαν ἡγεῖται κακόν, τὴν δὲ ἡδονὴν ἀγαθόν· ὁ δὲ φονεύων τὸν μὲν φόνον ἡγεῖται κακόν, τὰ δὲ χρήματα ἀγαθά· ὁ δὲ ἐχθρὸν κακῶς ποιῶν τὸ μὲν κακῶς ποιῆσαι κακόν, τὸ δὲ τὸν ἐχθρὸν ἀμύνασθαι ἀγαθόν, καὶ πάντα οὕτως ἁμαρτάνει ψυχή, δι’ ἀγαθότητα γίνεται τὰ κακά· (ὥσπερ διὰ τὸ φῶς μὴ εἶναι γίνεται <pb facs="fragmentaphiloso03mulluoft_0058"/> σκότος φύσει μὴ ὄν) ἁμαρτάνει μὲν οὖν ψυχή, ὅτι ἐφίεται ἀγαθοῦ, πλανᾶται δὲ περὶ τὸ ἀγαθόν, ὅτι μὴ πρώτη ἐστὶν οὐσία. Ὑπὲρ δὲ τοῦ μὴ πλανᾶσθαι, καὶ πλανηθεῖσαν θεραπεύεσθαι, πολλὰ παρὰ θεῶν γινόμενα ἔστιν ἰδεῖν. Καὶ γὰρ τέχναι καὶ ἐπιστῆμαι καὶ ἀραί, εὐχαί τε καὶ θυσίαι καὶ τελεταί, νόμοι τε καὶ πολιτεῖαι, δίκαι τε καὶ κολάσεις διὰ τὸ κωλύειν ψυχὰς ἁμαρτάνειν ἐγένοντο· καὶ τοῦ σώματος ἐξελθούσας θεοὶ καθάρσιοι καὶ δαίμονες τῶν ἁμαρτημάτων καθαίρουσι.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="13"><head rend="center">Κεφ. ιγ′.<lb/>Πῶς τὰ ἀΐδια λέγεται γίγνεσθαι.</head><p rend="indent">Περὶ μὲν οὖν θεῶν καὶ κόσμον καὶ τῶν ἀνθρωπίνων πραγμάτων τοῖς μήτε διὰ φιλοσοφίας ἀχθῆναι δυναμένοις, μηδὲ τὰς ψυχὰς ἀνιάτοις, ἀρκέσει ταῦτα. Περὶ δὲ τό μὴ γενέσθαι ταῦτα ποτέ, μηδὲ ἀλλήλων χωρίζεσθαι λείπεται λέγειν, ἐπειδὴ καὶ ἡμεῖς ἐν τοῖς λόγοις ὑπὸ τῶν πρώτων τὰ δεύτεραεἰπομεν γίνεσθαι. Πᾶν τὸ γινόμενον ἢ τέχνῃ, ἢ φύσει, ἢ κατὰ δύναμιν γίγνεται. Τὰ μὴν οὖν κατὰ τέχνην, ἢ φύσιν ποιοῦντα πρότερα εἶναι τῶν ποιουμένων ἀνάγκη· τὰ δὲ κατὰ δύναμιν μεθ’ ἑαυτῶν συνίστησι τὰ γινόμενα, ἐπειδὴ καὶ τὴν δύναμιν ἀχώριστον ἔχει· ὥσπερ δὴ ἥλιος μὲν φῶς, πῦρ δὲ θερμότητα, χιὼν δὲ ψυχρότητα. Εἰ μὲν οὖν τέχνῃ τὸν κόσμον ποιοῦσι θεοί, οὐ τὸ εἶναι, τὸ δὲ τοιόνδε εἶναι ποιοῦσι· πᾶσα γὰρ τέχνη τὸ εἶδος ποιεῖ. Πόθεν οὖν τὸ εἶναι τῷ κόσμῳ; Εἰ δὲ φύσει, πῶς τὸ φύσει ποιοῦν οὐχ ἑαυτοῦ τι δίδωσι τῷ γινομένῳ; ἀσωμάτων δὲ θεῶν ὄντων ἐχρῆν καὶ τὸν κόσμον ἀσώματον εἶναι. Εἰ δὲ τοὺς θεοὺς σώματα λέγοι τις, πόθεν τῶν ἀσωμάτων ἡ δύναμις; Εἰ δὲ τοῦτο συγχωρήσαιμεν, φθειρομένου τοῦ κόσμου τὸν ποιήσαντα φθείρεσθαι ἀνάγκη, εἴπερ κατὰ φύσιν ποιεῖ. Εῖ δὲ μὴ τέχνῃ μηδὲ φύσει τὸν κόσμον ποιοῦσι θεοί, δυνάμει λείπεται μόνον. Πᾶν δὲ τὸ δυνάμει γινόμενον τῷ τὴν δύναμιν ἔχοντι συνυφίσταται. Καὶ οὐδὲ ἀπολέσθαι ποτὲ τὰ οὕτως γινόμενα δύναται, εἰ μή τις τοῦ ποιοῦντος ἀφέλοι τὴν δύναμιν· ὥστε οἱ τὸν κόσμον φθείροντες θεοὺς μὴ εἶναι λέγουσιν, ἢ θεοὺς εἶναι λέγοντες τὸν θεὸν ποιοῦσιν ἀδύνατον. Δυνάμει μὲν οὖν πάντα <pb facs="fragmentaphiloso03mulluoft_0059"/> ποιῶν ἑαυτῷ συνυφίστησι πάντα. Μεγίστης δὲ δυνάμεως οὔσης οὐκ ἀνθρώπους ἔδει καὶ ζῷα μόνον ποιεῖν, ἀλλὰ θεούς τε καὶ ἀνθρώπους καὶ δαίμονας. Καὶ ὅσῳ τῆς ἡμετέρας φύσεως διαφέρει ὁ πρῶτος θεός, τοσούτῳ πλείους εἶναι τὰς μεταξὺ ἡμῶν τε κἀκείνου δυνάμεις ἀνάγκη. Πάντα γὰρ πλεῖστον ἀλλήλων κεχωρισμένα πολλὰ ἔχει τὰ μέσα.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="14"><head rend="center">Κεφ. ιδ′.<lb/>Πῶς οἱ θεοὶ μὴ μεταβαλλόμενοι ὀργίζεσθαι καὶ θεραπεύεσθαι λέγονται;</head><p rend="indent">Εἰ δέ τις τὸ μὲν θεοὺς μὴ μεταβάλλεσθαι εὔλογόν τε ἡγεῖται καὶ ἀληθές, ἀπορεῖ δέ, πῶς ἀγαθοῖς μὲν χαίρουσι, κακοὺς δὲ ἀποστρέφονται, καὶ ἁμαρτάνουσι μὲν ὀργίζονται, θεραπευόμενοι δὲ ἵλεῳ γίνονται, ῥητέον ὡς οὐ χαίρει θεός· τὸ γὰρ χαῖρον καὶ λυπεῖται· οὐδὲ ὀργίζεται· πάθος γὰρ τὸ ὀργίζεσθαι· οὐδὲ δώροις θεραπεύεται· ἡδονῇ γὰρ ἂν ἡττηθείη. Οὐδὲ θέμις ἐκ τῶν ἀνθρωπίνων πραγμάτων οὔτε καλῶς οὔτε κακῶς ἔχειν τὸ θεῖον. Ἀλλ’ ἐκεῖνοι μὲν ἀγαθοί τέ εἰσιν ἀεί, καὶ ὠφελοῦσι μόνον, βλάπτουσι δὲ οὐδέποτε, κατὰ τὰ αὐτὰ ὡσαύτως ἔχοντες. Ἡμεῖς δὲ ἀγαθοὶ μὲν ὄντες δι’ ὁμοιότητα θεοῖς συναπτόμεθα, κακοὶ δὲ γενόμενοι δι’ ἀνομοιότητα χωριζόμεθα· καὶ κατ’ ἀρετὰς ζῶντες ἐχόμεθα τῶν θεῶν, κακοὶ δὲ γενόμενοι ἐχθροὺς ἡμῖν ποιοῦμεν ἐκείνους, οὐκ ἐκείνων ὀργιζομένων, ἀλλὰ τῶν ἁμαρτημάτων θεοὺς μὲν ἡμῖν οὐκ ἐώντων ἐλλάμπειν, δαίμοσι δὲ κολαστικοῖς συναπτόντων. Εἰ δὲ εὐχαῖς καὶ θυσίαις λύσιν τῶν ἁμαρτημάτων εὑρίσκομεν, οὕτε τοὺς θεοὺς θεραπεύομεν, οὔτε μεταβάλλομεν, ἀλλὰ διὰ τῶν δρωμένων καὶ τῆς πρὸς τὸ θεῖον ἐπιστροφῆς τὴν ἡμετέραν κακίαν ἰώμενοι πάλιν τῆς τῶν θεῶν ἀγαθότητος ἀπολαύομεν. Ὥστε ὅμοιον, τὸν θεὸν λέγειν τοὺς κακοὺς ἀποστρέφεσθαι, καὶ τὸν ἥλιον τοῖς ἐστερημένοις τῶν ὄψεων κρύπτεσθαι. </p></div><pb facs="fragmentaphiloso03mulluoft_0060"/><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2049.tlg001.1st1K-grc1" n="15"><head rend="center">Κεφ. ιε′.<lb/>Διὰ τί ἀνενδεεῖς ὄντας τοὺς θεοὺς τιμῶμεν.</head><p rend="indent">Ἐκ δὲ τούτων καὶ ἡ περὶ θυσιῶν καὶ τῶν ἄλλων τῶν εἰς θεοὺς γινομένων λέλυται ζήτησις. Αὐτὸ μὲν γὰρ τὸ θεῖον ἀνενδεές· αἱ δὲ τιμαὶ τῆς ἡμετέρας ὠφελείας ἕνεκα γίνονται. Καὶ ἡ μὲν πρόνοια τῶν θεῶν διατείνει πανταχῆ, ἐπιτηδειότητος δὲ μόνον πρὸς ὑποδοχὴν δεῖται· πᾶσα δὲ ἐπιτηδειότης μιμήσει καὶ ὁμοιότητι γίνεται, διὸ οἱ μὲν ναοὶ τὸν οὐρανόν, οἱ δὲ βωμοὶ μιμοῦνται τὴν γῆν, τὰ δὲ ἀγάλματα τὴν ζωήν, καὶ διὰ τοῦτο ζῴοις ἀπείκασται, αἱ δὲ εὐχαὶ τὸ νοερόν, οἱ δὲ χαρακτῆρες τὰς ἀῤῥήτους ἄνω δυνάμεις, βοτάναι δὲ καὶ λίθοι τὴν ὕλην, τὰ δὲ θυόμενα ζῷα τὴν ἐν ἡμῖν ἄλογον ζωήν. Ἐκ δὲ τούτων ἁπάντων τοῖς μὲν θεοῖς πλέον οὐδέν· τί γὰρ ἂν πλέον γένοιτο θεῷ; ἡμῖν δὲ πρὸς ἐκείνους γίνεται συναφή.</p></div></div></body></text></TEI>