Κεφ. α′. Οἷον δεῖ εἶναι τὸν ἀκροατήν, καὶ περὶ κοινῆς ἐννοίας. Τοὺς περὶ θεῶν ἀκούειν ἐθέλοντας δεῖ μὲν ἐκ παίδων ἦχθαι καλῶς, καὶ μὴ ἀνοήτοις συντρέφεσθαι δόξαις· δεῖ δὲ καὶ τὴν φύσιν ἀγαθοὺς εἶναι καὶ ἔμφρονας, [ἵνα ὀρθῶς]ᶜ προσέχωσι τοῖς λόγοις· δεῖ δὲ αὐτοὺς καὶ τὰς κοινὰς ἐννοίας εἰδέναι. Κοιναὶ δέ εἰσιν ἔννοιαι, ὅσας πάντες ἄνθρωποι ἐρωτηθέντες ὁμολογήσουσιν· οἷον, ὅτι πᾶς θεὸς ἀγαθός, ὅτι ἀπαθής, ὅτι ἀμετάβλητος· πᾶν γὰρ τὸ μεταβαλλόμενον ἢ ἐπὶ τὸ κρεῖττον ἢ ἐπὶ τὸ χεῖρον. Καὶ εἰ μὲν ἐπὶ τὸ χεῖρον, κακύνεται, εἰ δὲ ἐπὶ τὸ κρεῖττον, τὴν ἀρχὴν ἦν κακόν. Κεφ. β′. Ὅτι ὁ θεὸς ἀμετάβλητος, ἀγέννητος, ἀΐδιος, ἀσώματος, οὐδὲ ἐν τόπῳ. Καὶ ὁ μὲν ἀκούων ἔστω τοιοῦτος· οἱ δὲ λόγοι τοιοίδε γενέσθωσαν. Αἱ τῶν θεῶν οὐσίαι οὐδὲ ἐγένοντο· (τὰ γὰρ ἀεὶ ὄντα οὐδέποτε γίνονται. Ἀεὶ δέ εἰσιν, ὅσα δύναμίν τε ἔχει τὴν πρώτην καὶ πάσχειν οὐδὲν πέφυκεν). Οὐδὲ ἐκ σωμάτων εἰσί· καὶ γὰρ τῶν σωμάτων αἱ δυνάμεις ἀσώματοι. Οὐδὲ τόπῳ περιέχονται· σωμάτων γὰρ τοῦτό γε. Οὐδὲ τῆς πρώτης αἰτίας ἢ ἀλλήλων χωρίζονται, ὥσπερ οὐδὲ νοῦ αἱ νοήσεις οὐδὲ ψυχῆς αἱ ἐπιστῆμαι. Κεφ. γ′. Περὶ μύθων, καὶ ὅτι θεῖοι, καὶ διὰ τί. Τί δήποτε οὖν τούτους ἀφέντες τοὺς λόγους οἱ παλαιοὶ μύθοις ἐχρήσαντο, ζητεῖν ἄξιον. Καὶ τοῦτο πρῶτον ἐκ τῶν μύθων ὠφελεῖσθαι τό γε ζητεῖν καὶ μὴ ἀργὸν τὴν διάνοιαν ἔχειν. Ὅτι μὲν οὖν θεῖοι οἱ μῦθοι, ἐκ τῶν χρησαμένων ἔστιν ἰδεῖν. Καὶ γὰρ τῶν ποιητῶν οἱ θεόληπτοι, καὶ τῶν φιλοσόφων οἱ ἄριστοι, οἵ τε τὰς τελετὰς καταδείξαντες, καὶ αὐτοὶ δὲ ἐν χρησμοῖς οἱ θεοὶ μύθοις ἐχρήσαντο. Διὰ τί δὲ θεῖοι οἱ μῦθοι, φιλοσοφίας ζητεῖν. Ἐπεὶ τοίνυν πάντα τὰ ὄντα ὁμοιότητι μὲν χαίρει, ἀνομοιότητα δὲ ἀποστρέφεται, ἐχρῆν καὶ τοὺς περὶ θεῶν λόγους ὁμοίους εἶναι ἐκείνοις, ἵνα τῆς τε οὐσίας αὐτῶν ἄξιοι γίνωνται καὶ τοῖς λέγουσι τοὺς θεοὺς ποιῶσιν εὐμενεῖς, ὅπερ καὶ διὰ τῶν μύθων μόνως ἂν γένοιτο. Αὐτοὺς μὲν οὖν τοὺς θεοὺς κατὰ τὸ ῥητόν τε καὶ ἄῤῥητον, ἀφανές τε καὶ φανερόν, σαφές τε καὶ κρυπτόμενον οἱ μῦθοι μιμοῦνται καὶ τὴν τῶν θεῶν ἀγαθότητα· ὅτι ὥσπερ ἐκεῖνοι τὰ μὲν ἐκ τῶν αἰσθητῶν ἀγαθὰ κοινὰ πᾶσιν ἐποίησαν, τὰ δὲ ἐκ τῶν νοητῶν μόνοις τοῖς ἔμφροσιν, οὕτως οἱ μῦθοι τὸ μὲν εἶναι θεοὺς πρὸς ἅπαντας λέγουσι, τίνες δὲ οὗτοι καὶ ὁποῖοι, τοῖς δυναμένοις εἰδέναι. Καὶ τὰς ἐνεργείας δὲ μιμοῦνται τῶν θεῶν· ἔξεστι γὰρ καὶ τὸν κόσμον μῦθον εἰπεῖν, σωμάτων μὲν καὶ χρημάτων ἐν αὐτῷ φαινομένων, ψυχῶν δὲ καὶ νόων κρυπτομένων. Πρὸς δὲ τούτοις τὸ μὲν πάντας τὴν περὶ θεῶν ἀλήθειαν διδάσκειν ἐθέλειν τοῖς μὲν ἀνοήτοις, διὰ τὸ μὴ δύνασθαι μανθάνειν, καταφρόνησιν, τοῖς δὲ σπουδαίοις ῥᾳθυμίαν ἐμποιεῖ· τὸ δὲ διὰ μύθων τ’ ἀληθὲς ἐπικρύπτειν τοὺς μὲν καταφρονεῖν οὐκ ἐᾷ, τοὺς δὲ φιλοσοφεῖν ἀναγκάζει. Ἀλλὰ διὰ τί μοιχείας καὶ κλοπὰς καὶ πατέρων δεσμοὺς καὶ τὴν ἄλλην ἀτοπίαν ἐν τοῖς μύθοις εἰρήκασιν; ἢ καὶ τοῦτο ἄξιον θαύματος, ἵνα διὰ τῆς φαινομένης ἀτοπίας εὐθὺς ἡ ψυχὴ τοὺς μὲν λόγους ἡγήσηται προκαλύμματα, τὸ δὲ ἀληθὲς ἀπόῤῥητον εἶναι νομίσῃ; Κεφ. δ′. Ὅτι πέντε τὰ εἴδη μύθων, καὶ ἑκάστου ὑποδείγματα. Τῶν δὲ μύθων οἱ μέν εἰσι θεολογικοί, οἱ δὲ φυσικοί, οἱ δὲ ψυχικοί τε καὶ ὑλικοί, καὶ ἐκ τούτων μικτοί. Εἰσὶ δὲ θεολογικοὶ μὲν οἱ μηδενὶ σώματι χρώμενοι, ἀλλὰ τὰς οὐσίας αὐτὰς τῶν θεῶν θεωροῦντες· οἷον αἱ τοῦ Κρόνου καταπόσεις τῶν παίδων· ἐπειδὴ νοερὸς ὁ θεός, πᾶς δὲ νοῦς εἰς ἑαυτὸν ἐπιστρέφει, τήν οὐσίαν ὁ μῦθος αἰνίττεται τοῦ θεοῦ. Φυσικῶν δὲ τοὺς μύθους ἔστι θεωρεῖν, ὅταν τὰς περὶ τὸν κόσμον ἐνεργείας λέγῃ τις τῶν θεῶν, ὥσπερ ἤδη τινὲς χρόνον μὲν τὸν Κρόνον ἐνόμισαν, τὰ δὲ μέρη τοῦ χρόνου παῖδας τοῦ ὅλου καλέσαντες καταπίνεσθαι ὑπὸ τοῦ πατρὸς τοὺς παῖδάς φασιν. Ὁ δὲ ψυχικὸς τρόπος ἐστίν, αὐτῆς τῆς ψυχῆς τὰς ἐνεργείας σκοπεῖν, ὅτι καὶ τῶν ψυχῶν αἱ νοήσεις, κἂν εἰς τοὺς ἄλλους προέλθωσιν, ἀλλ’ οὖν ἐν τοῖς γεννήσασι μένουσιν. Ὑλικὸς δέ ἐστι καὶ ἔσχατος, ᾧ μάλιστα οἱ Αἰγύπτιοι δι’ ἀπαιδευσίαν ἐχρήσαντο, αὐτὰ τὰ σώματα θεοὺς νομίσαντες καὶ καλέσαντες· καὶ Ἶσιν μὲν τὴν γῆν, Ὄσιριν δὲ τὸ ὑγρόν, Τυφῶνα δὲ τὴν θερμότητα, ἢ Κρόνον μὲν ὕδωρ, Ἄδωνιν δὲ καρπούς, Διόνυσον δὲ οἶνον. Ταῦτα δὲ ἀνακεῖσθαι μὲν θεοῖς λέγειν, ὥσπερ καὶ βοτάνας καὶ λίθους καὶ ζῷα, σωφρονούντων ἐστὶν ἀνθρώπων, θεοὺς δὲ καλεῖν μαινομένων, εἰ μὴ ἄρα ὥσπερ τοῦ ἡλίου τὴν σφαῖραν, καὶ τὴν ἀπὸ τῆς σφαίρας ἀκτῖνα ἥλιον ἐν συνηθείᾳ καλοῦμεν. Τὸ δὲ μικτὸν εἶδος τῶν μύθων ἐν πολλοῖς μὲν καὶ ἄλλοις ἔστιν ἰδεῖν· καὶ μέντοι καὶ ἐν συμποσίῳ φασὶ τῶν θεῶν τὴν Ἔριν μῆλον ῥῖψαι χρυσοῦν, καὶ περὶ τούτου τὰς θεὰς φιλονεικούσας ὑπὸ τοῦ Διὸς πρὸς τὸν Πάριν πεμφθῆναι κριθησομένας· τῷ δὲ καλήν τε φανῆναι τὴν Ἀφροδίτην, καὶ ταύτῃ δοῦναι τὸ μῆλον. Ἐνταῦθα γὰρ τὸ μὲν συμπόσιον τὰς ὑπερκοσμίους δυνάμεις δηλοῖ τῶν θεῶν· καὶ διὰ τοῦτο μετ’ ἀλλήλῶν εἰσί· τὸ δὲ χρυσοῦν μῆλον τὸν κόσμον, ὃς ἐκ τῶν ἐναντίων γενόμενος εἰκότως ὑπὸ τῆς Ἔριδος λέγεται ῥίπτεσθαι. Ἄλλων δὲ ἄλλα τῷ κόσμῳ χαριζομένων θεῶν, φιλονεικεῖν ὑπὲρ τοῦ μήλου δοκοῦσιν· ἡ δὲ κατ’ αἴσθησιν ζῶσα ψυχή, τοῦτο γάρ ἐστιν ὁ Πάρις, τὰς μὲν ἄλλας ἐν τῷ κόσμῳ δυνάμεις οὐχ ὁρῶσα, μόνον δὲ τὸ κάλλος, τῆς Ἀφροδίτης εἶναι τὸ μῆλόν φησι. Πρέπουσι δὲ τῶν μύθων οἱ μὲν θεολογικοὶ φιλοσόφοις, οἱ δὲ φυσικοὶ καὶ ψυχικοὶ ποιηταῖς, οἱ δὲ μικτοὶ τελεταῖς· ἐπειδὴ καὶ πᾶσα τελετὴ πρὸς τὸν Κόσμον ἡμᾶς καὶ πρὸς τοὺς θεοὺς συνάπτειν ἐθέλει. Εἰ δὲ δεῖ καὶ ἕτερον μῦθον εἰπεῖν, τὴν μητέρα τῶν θεῶν φασι τὸν Ἄττιν παρὰ τῷ Γάλλῳ κείμενον ἰδοῦσαν ποταμῷ, ἐρασθῆναί τε καὶ λαβοῦσαν τὸν ἀστερωτὸν αὐτῷ περιθεῖναι πῖλον, καὶ τοῦ λοιποῦ μεθ’ ἑαυτῆς ἔχειν. Ὁ δὲ νύμφης ἐρασθεὶς τὴν θεῶν μητέρα ἀπολιπών, τῇ νύμφῃ συνῆν, καὶ διὰ τοῦτο ἡ μήτηρ τῶν θεῶν ποιεῖ μανῆναι τὸν Ἄττιν, καὶ τὰ γόνιμα ἀποκοψάμενον ἀφεῖναι παρὰ τῇ νύμφῃ· πάλιν δὲ ἀνελθόντα αὐτῇ συνοικεῖν. Ἡ μὲν οὖν μήτηρ τῶν θεῶν ζωογόνος ἐστὶ θεά, καὶ διὰ τοῦτο μήτηρ καλεῖται· ὁ δὲ Ἄττις τῶν γινομένων καὶ φθειρομένων δημιουργός, καὶ διὰ τοῦτο παρὰ τῷ Γάλλῳ λέγεται εὑρεθῆναι ποταμῷ· ὃ γὰρ Γάλλος τὸν γαλαξίαν αἰνίττεται κύκλον, ἀφ’ οὗ τὸ παθητὸν ἔρχεσθαι σῶμα. Τῶν δὲ πρώτων θεῶν τελειούντων τοὺς δευτέρους, ἐρᾷ μὲν ἡ μήτηρ τοῦ Ἄττεως, καὶ οὐρανίους αὐτῷ δίδωσι δυνάμεις· τοῦτο γάρ ἐστιν ὁ πῖλος· ἐρᾷ δὲ ὅ Ἄττις τῆς νύμφης· αἱ δὲ νύμφαι γενέσεως ἔφοροι· πᾶν γὰρ τὸ γινόμενον ῥεῖ. Ἐπεὶ δὲ ἔδει στῆναι τὴν γένεσιν, καὶ μὴ τῶν ἐσχὰτων γενέσθαι τὸ χεῖρον, ὁ ταῦτα ποιῶν δημιουργός, δυνάμεις γονίμους ἀφεὶς εἰς τὴν γένεσιν, πάλιν συνάπτεται τοῖς θεοῖς. Ταῦτα δὲ ἐγένετο μὲν οὐδέποτε, ἔστι δὲ ἀεί. Καὶ ὁ μὲν νοῦς ἅμα πάντα ὁρᾷ, ὁ δὲ λόγος τὰ μὲν πρῶτα, τὰ δὲ δεύτερα λέγει. Οὕτω δὲ πρὸς τὸν κόσμον οἰκείως ἔχοντος τοῦ μύθου, ἡμεῖς τὸν κόσμον μιμούμενοι, (πῶς γὰρ ἂν μᾶλλον κοσμηθείημεν;) ἑορτὴν ἄγομεν διὰ ταῦτα. Καὶ πρῶτον μὲν καὶ αὐτοὶ πεσόντες ἐξ οὐρανοῦ καὶ τῇ νύμφῃ συνόντες ἐν κατηφείᾳ ἐσμὲν σίτου τε καὶ τῆς ἄλλης παχείας καὶ ῥυπαρᾶς τροφῆς ἀπεχόμεθα· ἑκάτερα γὰρ ἐναντία ψυχῇ· εἶτα δένδρου τομαὶ και νηστεία, ὥσπερ καὶ ἡμῶν ἀποκοπτομένων τὴν περαιτέρω τῆς γενέσεως πρόοδον· ἐπὶ τούτοις γάλακτος τροφή, ὥσπερ ἀναγεννωμένων· ἐφ’ οἷς ἱλαρεῖαι καὶ στέφανοι, καὶ πρὸς τοὺς θεοὺς οἷον ἐπάνοδος. Μαρτυρεῖ δὲ τούτοις καὶ τῶν δρωμένων καιρός· περὶ γὰρ τὸ ἔαρ καὶ τὴν ἰσημερίαν δρᾶται τὰ δρώμενα, ὅτε τοῦ μὲν γίνεσθαι παύεται τὰ γινόμενα, ἡμέρα δὲ μείζων γίνεται τῆς νυκτός, ὅπερ οἰκεῖον ἀναγομέναις ψυχαῖς. Περὶ γοῦν τὴν ἐναντίαν ἰσημερίαν ἡ τῆς Κόρης ἁρπαγή μυθολογεῖται γενέσθαι, ὃ δ’ κάθοδός ἐστι τῶν ψυχῶν. Τοσαῦτα περὶ μύθων εἰποῦσιν ἡμῖν αὐτοί τε οἱ θεοὶ καὶ τῶν γραψάντων τοὺς μύθους αἱ ψυχαὶ ἵλεῳ γένοιντο. Κεφ. ε′. Περὶ τῆς πρώτης αἰτίας. Ἀκόλουθον δὲ τούτοις ἐστὶ τήν τε πρώτην αἰτίαν εἰδέναι, καὶ τὰς μετ’ ἐκείνην τάξεις τῶν θεῶν, καὶ τὴν κόσμου φύσιν, νοῦ τε καὶ ψυχῆς τὰς οὐσίας, πρόνοιάν τε καὶ εἱμαρμένην καὶ τύχην, ἀρετήν τε καὶ κακίαν, καὶ τὰς ἐκ τούτων γινομένας ἀγαθάς τε καὶ φαύλας πολιτείας ἰδεῖν· καὶ πόθεν ἄρα τὰ κακὰ εἰς τὸν κόσμον ἀφίκετο. Τούτων δὲ ἕκαστον λόγων δεῖται πολλῶν καὶ μεγάλων, ἀλλ’ ὡς ἐν βραχέσιν εἰπεῖν, καὶ πρὸς τὸ μὴ παντελῶς ἀνηκόους εἶναι, οὐδὲν ἴσως λέγειν κωλύει. Τὴν πρώτην αἰτίαν μίαν τε εἶναι, προσήκει· παντὸς γὰρ πλήθους ἡγεῖται μονάς, δυνάμει τε καὶ ἀγαθότητι πάντα νικᾷ, καὶ διὰ τοῦτο πάντα μετέχειν ἐκείνης ἀνάγκη. Οὐδὲν γὰρ αὐτὴν ἄλλο κωλύσει διὰ τὴν δύναμιν, οὐδὲ ἑαυτὴν ἀφέξει δι’ ἀγαθότητα. Ἀλλ’ εἰ μὲν ἦν ψυχή, πάντα ἂν ἔμψυχα ἦν· εἰ δὲ νοῦς, πάντα νοερά· εἰ δὲ οὐσία, πάντα οὐσίας μετεῖχε. Τοῦτο δὲ ἐν πᾶσιν ἰδόντες τινές, ἐκεῖνο οὐσίαν ἐνόμισαν. Εἰ μὲν οὖν ἦν μόνον τὰ ὄντα, ἀγαθὰ δὲ οὐκ ἦν, ἀληθὴς ἦν ὁ λόγος· εἰ δὲ δι’ ἀγαθότητα ἔστι τε τὰ ὄντα, καὶ μετείληχεν ἀγαθοῦ, ὑπερούσιον μὲν ἀγαθὸν δὲ εἶναι τὸ πρῶτον ἀνάγκη. Σημεῖον δὲ μέγιστον· τοῦ γὰρ εἶναι διὰ τὸ ἀγαθὸν αἱ σπουδαῖαι καταφρονοῦσι ψυχαί, ὅταν ὑπὲρ πατρίδος ἢ φίλων ἢ ἀρετῆς κινδυνεύειν ἐθέλωσι. Μετὰ δὲ τὴν οὕτως ἄῤῥητον δύναμιν αἱ τῶν θεῶν τάξεις εἰσί.