Κρῆτες μὲν γὰρ ἐν χιλίοις νομίσμασιν Ὅμηρον ἀμειψάμενοι τῆς εὐεπείας, ὡς ἀνυπέρβλητον φιλοτιμίαν αὐχοῦντες, ἐν στήλῃ δημοσίᾳ τὴν δωρεὰν ἐγράψαντο. Ἀλευάδαι δὲ καὶ Διονύσιος καὶ Φίλιππος οὐκ ἂν στεγανώτεροι Κρητῶν ἐγένοντο, τῶν ἐπὶ πολιτείᾳ ἀτύφῳ καὶ φιλοσόφῳ σεμνυνομένων: ἀλλὰ τάχος ἂν τὴν ἐκείνων στήλην ἐμιμήσαντο, εἰ μὴ κατόπιν ἦσαν τῇ δωρεᾷ. Σευῆρος δὲ μετρίας ποιήσεως χρυσοῦν κατὰ στίχον Ὀππιανῷ δωρησάμενος, οὕτω τῇ φιλοτιμίᾳ κατέπληξεν, ὡς χρυσᾶ ἔπη τὰ Ὀππιανοῦ εἰς ἔτι νῦν παρὰ ταῖς πολλοῖς ὀνομάζεσθαι. Ταῦτα τῶν πάλαι φιλομαθῶν καὶ φιλολόγων τὰ δῶρα. Σὺ δὲ, ὦ βασιλεῦ, οὐδενὶ τῶν πώποτε ὑπερβολὴν κατέλιπες ἐν ταῖς περὶ τοὺς λόγους φιλοτιμίαις: καί μοι δοκεῖς οὐκ ἀπεικότως τοῦτο ποιεῖν. Πάντας γὰρ νικῆσαι ταῖς ἀρεταῖς σπουδάζων, εἰς ἐπίδοσιν ἄγεις τὰ σὰ, καθότι τῶν πάλαι κατωρθωμένων Ἕλλησί τε καὶ Ῥωμαίοις τὴν ἱστορίαν ἠκρίβωσας. Φασὶ δέ σε μεθ̓ ἡμέραν μὲν τὰ περὶ τὰ ὅπλα καὶ τὸ σῶμα ἀσκεῖν, καὶ τὰ τῶν ἀρχομένων διατάττειν πράγματα, δικάζοντά τε, καὶ ἃ χρὴ γράφοντα, ἰδίᾳ τε καὶ κοινῇ τὰ πρακτέα σκοποῦντα: νύκτωρ δὲ τὰς βίβλους περιέπειν. Διακονεῖν δέ σοι λόγος πρὸς τὴν τούτων εἴδησιν λύχνον, ἐκ μηχανῆς τινὸς αὐτομάτως τῇ θρυαλλίδι ἐπιχέοντα τὸ ἔλαιον: ὡς ἂν μηδὲ εἷς τῶν περὶ τὰ βασίλεια, ἐν τοῖς σοῖς πόνοις ταλαιπωρεῖν ἀναγκάζοιτο, καὶ τὴν φύσιν βιάζηται πρὸς τὸν ὕπνον μαχόμενος. Οὕτω τις φιλάνθρωπος καὶ πρᾷος, καὶ πρὸς τοὺς πέλας καὶ πρὸς πάντας ὑπάρχεις, τὸν οὐράνιον βασιλέα τὸν σὸν προστάτην μιμούμενος, ᾧ φίλον ἐστὶν ἐπὶ δικαίους καὶ ἀδίκους ὕειν, καὶ τὸν ἥλιον ἀνατέλλειν, καὶ τὰ ἄλλα ἀφθόνως παρέχειν. Ὑπὸ γοῦν πολυμαθίας, ὡς εἰκὸς, ἀκούω σὲ καὶ λίθων εἰδέναι φύσεις, καὶ δυνάμεις ῥιζῶν, καὶ ἐνεργείας ἰαμάτων, οὐχ ἧττον ἢ Σολομὼν ὁ Δαβὶδ ὁ σοφώτατος.