Ἀναίμακτον δὲ καὶ καθαρὰν φόνου, πάντων τῶν πώποτε γενομένων, μόνην τὴν σὴν ἡγεμονίαν ἅπας αἰὼν αὐχεῖ. Ἡδονῇ δὲ τὰ σπουδαῖα τοὺς ὑπηκόους παιδεύεις, εὐνοίᾳ τε καὶ αἰδοῖ τὴν περὶ σὲ σπουδὴν καὶ τὰ κοινὰ ἐνδείκνυσθαι. Ὥστε μοι πάντων ἕνεκεν ἀναγκαῖον καταφαίνεται Ἐκκλησιαστικὴν Ἱστορίαν συγγράφοντι, σοὶ προσφωνῆσαι. Τίνι γὰρ μᾶλλον οἰκειότερον τοῦτο ποιήσω, πολλῶν καὶ θεσπεσίων ἀνδρῶν ἀρετὴν ἀφηγῆσθαι μέλλων, καὶ τὰ συμβάντα περὶ τὴν καθόλου ἐκκλησίαν, ὅσοις τε ἐχθροῖς ὑπαντήσασα, εἰς τοὺς σοὺς καὶ τῶν σῶν πατέρων λιμένας κατῆγεν. Ἄγε οὖν, ὦ πάντα εἰδὼς, καὶ πᾶσαν ἀρετὴν ἔχων, καὶ μάλιστα τὴν εὐσέβειαν, ἣν ἀρχὴν εἶναι σοφίας ὁ θεῖος ἐστὶ λόγος, δέχου παῤ ἐμοῦ ταύτην τὴν γραφὴν, καὶ ἐξέτασον, καὶ τὰς τῆς σῆς ἀκριβείας προσθέσεις καὶ ἀφαιρέσεις προσαγαγὼν, τοῖς σοῖς πόνοις κάθαρον. Πάντως γὰρ ὅπῃ ἄν σοι φίλον δοκοῖ, ταύτῃ καὶ τοῖς ἐντυγχάνουσι χρήσιμον καὶ λαμπρὸν φανεῖται: οὐδ̓ ἐπιθήσει τις δάκτυλον τῇ δοκιμασίᾳ τῇ σῇ. Πρόεισι δέ μοι ἡ γραφὴ ἀπὸ τῆς Κρίσπου καὶ Κωνσταντίνου τῶν Καισάρων τρίτης ὑπατείας, μέχρι τῆς ἑπτακαιδεκάτης τῆς σῆς. Ἔδοξε δέ μοι καλῶς ἔχειν εἰς ἐννέα μέρη τὴν πᾶσαν πραγματείαν διελεῖν. Περιέξει δὲ ὁ πρῶτος καὶ δεύτερος τόμος τὰ ἐπὶ Κωνσταντίνου συμβάντα ταῖς ἐκκλησίαις. Ὁ δὲ τρίτος καὶ τέταρτος τὰ ἐπὶ τῶν αὐτοῦ παίδων. Ὁ δὲ πέμπτος καὶ ἕκτος τὰ ἐπὶ Ἰουλιανοῦ τοῦ ἀνεψιοῦ τῶν παίδων τοῦ μεγάλου Κωνσταντίνου, καὶ Ἰοβιανοῦ, καὶ προσέτι Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος. Ὁ δὲ ἕβδομος καὶ ὄγδοος ἡμῖν δηλώσει τόμος τὰ ἐπὶ Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν ἀδελφῶν, μέχρι τῆς ἀναρρήσεως Θεοδοσίου τοῦ θεσπεσίου σου πάππου: ἐσότε δὴ ὁ ὑμέτερος, κράτιστε βασιλεῦ, ἀοίδιμος πατὴρ Ἀρκάδιος τὴν πατρῴαν ἡγεμονίαν διαδεξάμενος, ἅμα τῷ εὐσεβεστάτῳ σου θείῳ Ὁνωρίῳ,