ΦΑΣΙ τῶν πάλαι αὐτοκρατόρων ἐπιμελές τι χρῆμα γενέσθαι, τοῖς μὲν φιλοκόσμοις, ἁλουργίδα καὶ στέφανον, καὶ τὰ τούτοις παραπλήσια: τοῖς δ̓ αὖ περὶ λόγους σπουδάσασι, μυθώδη τινὰ ποίησιν, ἢ σύγγραμμα θέλγειν δυνάμενον: τοῖς δὲ τὰ περὶ πόλεμον ἀσκοῦσι, βέλος εὐστόχως ἀφεῖναι, καὶ θῆρας βάλλειν, ἢ δόρυ ἀκοντίζειν, ἢ εἰς ἵππον ἅλλεσθαι. Προσήγγελλον δὲ ἑαυτοὺς τοῖς βασιλείοις ἕκαστος, ἐπιτηδεύων ὃ τῷ κρατοῦντι φίλον ἐτύγχανεν: ὁ μὲν, δυσπόριστον ψηφίδα προσφέρων, ἕτερος δὲ λαμπροτέραν βαφὴν ἁλουργίδος ὑποτιθέμενος: ὁ δὲ ποίημα ἢ σύγγραμμα προσφωνῶν: ἄλλος δὲ εὔζωνον καὶ ξένον τὸν περὶ τὰ ὅπλα τρόπον εἰσηγούμενος. Μέγιστον δὲ καὶ βασιλικὸν ἐνομίζετο, ταυτησὶ τῆς δημώδους ἀρετῆς μόριον ἓν κεκτῆσθαι τὸν πάντων ἡγούμενον. Εὐσεβείας δὲ, τοῦ ἀληθοῦς κόσμου τῆς βασιλείας, οὐδενὶ τοσοῦτος λόγος ἐγένετο. Σὺ δὲ, ὦ κράτιστε βασιλεῦ Θεοδόσιε, συλλήβδην εἰπεῖν, πᾶσαν ἐπήσκησας ἀρετὴν διὰ Θεοῦ. Ἁλουργίδα δὲ καὶ στέφανον πρὸς τοὺς θεωμένους, σύμβολον τῆς ἀξίας περικείμενος, ἔνδοθεν ἀεὶ τὸν ἀληθῆ κόσμον τῆς βασιλείας ἠμφίεσαι, τὴν εὐσέβειαν καὶ τὴν φιλανθρωπίαν. Ὅθεν ἑκάστοτε ποιηταὶ καὶ συγγραφεῖς, καὶ τῶν σῶν ὑπάρχων οἱ πλείους, καὶ τῶν λοιπῶν ὑπηκόων, περί σε καὶ τὰς σὰς πράξεις πονοῦσιν. Ἀγωνοθέτης δὲ καὶ λόγων κριτὴς προκαθήμενος, οὐ κομψῇ τινὶ φωνῇ καὶ σχήματι κλέπτεις τὴν ἀκρίβειαν: ἀλλ̓ εἰλικρινῶς βραβεύεις, λέξιν οἰκείαν σκοπῶν τῇ προθέσει τοῦ γράμματος, καὶ σχῆμα λόγου, καὶ μέρη, καὶ τάξιν, καὶ ἁρμονίαν, καὶ φράσιν καὶ συνθήκην, καὶ ἐπιχειρήματα, καὶ νοῦν, καὶ ἱστορίαν. Ἀμείβῃ δὲ τοὺς λέγοντας τῇ τε κρίσει τῇ σῇ καὶ τοῖς κρότοις, καὶ χρυσαῖς εἰκόσιν, ἀναθέσει ἀνδριάντων, καὶ δώροις, καὶ τιμαῖς παντοδαπαῖς. Οἷον δὲ σαυτὸν περὶ τοὺς λέγοντας παρέχεις, οὐ τοιοῦτοι Κρητῶν οἱ πάλαι ἐγένοντο περὶ τὸν ἀοίδιμον ἐκεῖνον Ὅμηρον: ἢ Ἀλευάδαι περὶ Σιμωνίδην, ἢ Διονύσιος ὁ Σικελίας τύραννος περὶ Πλάτωνα τὸν Σωκράτους ἑταῖρον ἢ Φίλιππος ὁ Μακεδὼν περὶ Θεόπομπον τὸν συγγραφέα, καὶ Σευῆρος ὁ Καῖσαρ περὶ Ὀππιανὸν, τὸν ἐν τοῖς μέτροις τῶν ἰχθύων τὰ γένη καὶ τὴν φύσιν καὶ τὴν θήραν ἀφηγησάμενον.