ἄφραστοι· κεῖναι γὰρ ἀεὶ περὶ ποσσὶν ἀλιτρῶν στρωφῶντʼ, οὐδέ τινʼ ἐστὶ θεὰς ἀλιτόνθʼ ὑπαλύξαι. σὺν δέ οἱ ἄλλαι ἕποντο δυώδεκα πᾶσαι ἀγαυαί, πᾶσαι ἐελδόμεναι πόλεμον καὶ ἀεικέα χάρμην, αἵ οἱ δμωίδες ἔσκον ἀγακλειταί περ ἐοῦσαι· ἀλλʼ ἄρα πασάων μέγʼ ὑπείρεχε Πενθεσίλεια· ὡς δʼ ὅτʼ ἀνʼ οὐρανὸν εὐρὺν ἐν ἀστράσι δῖα σελήνη ἐκπρέπει ἐν πάντεσσιν ἀριζήλη γεγαυῖα αἰθέρος ἀμφιραγέντος ὑπὸ νεφέων ἐριδούπων, εὖτʼ ἀνέμων εὕδῃσι μένος μέγα λάβρον ἀέντων· ὣς ἥ γʼ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν. ἔνθʼ ἄρʼ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε Εὐάνδρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα ἠδὲ καὶ Ἱπποθόη, μετὰ δʼ Ἁρμοθόη κυανῶπις Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια, τῇ δʼ ἔπι Θερμώδωσα μέγʼ ἔγχεϊ κυδιόωσα· τόσσαι ἄρʼ ἀμφιέποντο δαΐφρονι Πενθεσιλείῃ· οἵη δʼ ἀκαμάτοιο κατέρχεται Οὐλύμποτο Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις Ὡράων μετʼ ἐϋπλοκάμων, μετὰ δέ σφισι πάσῃς ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσῃς· τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν· ἀμφὶ δὲ Τρῶες πάντοθεν ἐσσύμενοι μέγʼ ἐθάμβεον, εὖτʼ ἐσίδοντο Ἄρες ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει, μειδιόωσʼ ἐρατεινόν, ὑπʼ ὀφρύσι δʼ ἱμερόεντες ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,