<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1" n="40"><div type="textpart" subtype="lines" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1:40" n="20"><p rend="align(indent)"><label>κʹ.</label> Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ;</p><p rend="align(indent)">Δύνασαι οὖν, φησὶν, ὧ Ἰὼβ, ποιῆσαι ὅπερ ὁ Μονογενὴς ὕστερον εἰργάσατο; Ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλλόμενος διὰ τῶν οἰκείων ἥλων, ὡς δι’ ἀγκίστρων, ἰχθὺν ἤγρευσεν Λευιαθάν. Οὕτω γὰρ τὸ ἑβραϊκὸν ἔχει, καὶ σημαίνει τὸν δράκοντα.<pb facs="analectasacrasp01pitrgoog_0444"/> </p></div><div type="textpart" subtype="lines" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1:40" n="27"><p rend="align(indent)"><label>κζʹ.</label> Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ [καὶ μηκέτι γινέσθω]; <bibl xml:lang="lat">Vat. 806, 2.</bibl></p><p rend="align(indent)">Πόλεμον ἐνταῦθα λέγει τὴν ταραχὴν, τὴν ἀγριότητα, τὸ χρίμψασθαι αὐτοῦ. Πῶς γίνεται, φησί; τοιοῦτόν ἐστι θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀπόπληκτον. Δύνασαι δὲ αὐτὸν, φησὶ, τῇ σῇ δυνάμει καταδῆσαι; ἢ ὅλως μνησθῆναι καὶ ἐννοῆσαι τὸν μέλλοντα γίνεσθαι ἐν τῷ σώματι αὐτοῦ πόλεμον; Σῶμα δὲ αὐτοῦ δαίμονας λέγει, ὡς αὐτοῦ κεφαλὴ ὄντος· τοῦτον δὲ τὸν πόλεμον ἐνίκησε διὰ, τοῦ τροπαίου τοῦ σταυροῦ ὁ Κύριος. δέ· Τὸ μηκέτι γινέσθω, ἐπειδήπερ ἅπαξ γέγονεν ὁ σταυρός· ὃς γὰρ ἀπέθανε τῃ ἁμαρτίᾳ, φησὶν, ἀπέθανεν ἐφάπαξ.</p></div></div></div></body></text></TEI>