<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1" n="38"><div type="textpart" subtype="lines" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1:38" n="11"><p rend="align(indent)"><label>ιαʹ.</label> Εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ. <bibl xml:lang="lat">Vat. 803, 2.</bibl></p><p rend="align(indent)">Ὁ δὲ Σύμμαχος Ἕως ὧδε τετάχθω τὸ ἔπαρμα τῶν κυμάτων σου. Οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις· οὕτω δὲ εὐκόλως, ὡσανεὶ ἐπὶ τάξει. Εἶπα γὰρ, φησὶ, καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅταν, μηδεμίας ἀνάγκης ὠθούσης, τοῦτο γίνηται· ἅμα καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥώμης αὐτὴν μαστιζούσης· διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληνιαίαν, οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ Θεοῦ τὴν ἰσχὺν, τῆς φύσεως τῷ προστάγματι μαχομένης, καὶ τοῦ προστάγματος πανταχοῦ νικῶντος. Εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἄν ἐλογίσαντο πολλοί· νῦν δὲ ταραττομένη, μαστιγουμένη, ὠθουμένη ἔνδον, καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένη, διὰ τῆς ταραχῆς κηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν.</p></div><div type="textpart" subtype="lines" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1:38" n="41"><p rend="align(indent)"><label>μαʹ.</label> Τίς δὲ ἡτοίμασε κόρακι βοράν; <bibl xml:lang="lat">Vat. 804, 1.</bibl></p><p rend="align(indent)">Λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα· ἀλλ’ αὐτοὶ μὲν εἰκότως, ἅτε μεγάλοι ὄντες, πορίζουσι τροφήν. Τὰ δὲ ἔκγονα τίς ἐκτρέφει; οὐχ ὁ τοῦ Θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν, οὐδὲ θέρουσι, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.</p></div></div></div></body></text></TEI>