<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1" n="35"><div type="textpart" subtype="lines" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1:35" n="6"><p rend="align(indent)"><label>ςʹ.</label> Εἰ ἤμαρτες, τί πράξεις; <bibl xml:lang="lat">Ibid.</bibl></p><p rend="align(indent)">Τουτέστιν οὐδὲ αὐτὸν ἀδικήσεις, ἀλλ’ οὐδὲ ὠφελήσεις, δίκαιος ὤν· ἐπειδὴ γὰρ ἔλεγεν· Εἰ ἥμαρτον, τί δύναμαι πρᾶξαι; τί ποιήσω, φησίν; τοῦτο ἵνα εἴπῃ· Διὰ τί; μὴ γὰρ ἀδικούμενος φροντίζει σου ἁμαρτάνοντος; μὴ γὰρ ὡς βλάβην ὑπομένων;</p></div><div type="textpart" subtype="lines" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1:35" n="10"><p rend="align(indent)"><label>ιʹ.</label> Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. <bibl xml:lang="lat">Vat. 801, 2.</bibl></p><p rend="align(indent)">Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· ὃ βλέπεις νῦν φῶς, δι’ ἔσοπτρον βλέπεις. Καί· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· μέλλομεν ποτὲ βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών; ἐπεὶ νύξ ἐστι, πολέμιοι πολλοὶ, πολλὰ θηρία περιέρχονται. Ἐπεὶ οὖν νύξ ἐστὶ τὰ ἐν τῇ σκοτίᾳ τοῦ βίου πράγματα, χρεία ἐστι φυλάκων τεταγμένων εἰς τὴν νύκτα ταύτην,<pb facs="analectasacrasp01pitrgoog_0440"/> ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυκτὶ, καὶ ἔλθωσι καὶ φυλάξωσιν ἡμᾶς ἀπὸ τῶν λῃστῶν. Τίνες οὖν οἱ φύλακες, οἱ τεταγμένοι παρὰ τοῦ Θεοῦ ἐν ταῖς φυλακαῖς ταῖς νυκτεριναῖς; Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς· οὗτοι οἱ ἄγγελοι οἱ ἐν νυκτὶ φρουροῦσιν ἡμᾶς.</p></div></div></div></body></text></TEI>