ιζʹ. Συνέτριψα δὲ μύλας ἀδίκων. Ὅρα τὴν δυσχολίαν τοῦ πράγματος· καθὰ πόθεν, φησίν, ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα. Ἀληθῶς ὁ Χριστὸς ἐλθὼν, τὰς μύλας τῶν ἀντικειμένων ἐνεργειῶν συνέθλασε· τὰς μύλας τῶν λεόντων συνέτριψεν ὁ Κύριος, καὶ ἐν τῷ προφήτῃ γέγραπται· Ἐκ μέσου ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. ιηʹ. Εἶπα δέ· Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος. Ὅρα δὲ μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος, οὐδὲ μεγαλοφρονῶν, ἀλλ’ ἀναγκαζόμενος εἰπεῖν τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ἐπὶ τίσιν ἀπέλαυεν αὐτοῦ, καὶ ἐν τίσιν ἐστὶ νῦν.