ιϛʹ. Ἐγὼ ἤμην πάτερ ἀδυνάτων. Ibid. Ἐν τούτοις φωναὶ δηλοῦνται τοῦ ὠφελοῦντος τοὺς ἀδυνάτους, τοὺς ἀσθενεῖς. ιϛʹ. Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. Ὁρᾶς τὴν προστασίαν· οὐ μέχρι χρημάτων, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης.