<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1" n="29"><div type="textpart" subtype="lines" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1:29" n="13"><p rend="align(indent)"><label>ιγʹ.</label> Εὐλογία ἀπολλυμένου ἐπʹ ἐμὲ ἔλθοι.</p><p rend="align(indent)">Σευήρου, ἐκ τῆς πρὸς Ἰουλιανὴν διάκονον ἐπιστολῆς.</p><p rend="align(indent)">Ὁ Κύριος ἐν εὐαγγελίοις φησὶν, περὶ τῶν τῷ κόσμῳ νεκρούντων ἑαυτοὺς, ἡ πρὸς τὸ τοῦ μαρτυρίου στάδιον τὸ σῶμα ἐκδιδόντων, ἢ πρὸς τοὺς τῆς ἀσκήσεως πόνους, καὶ ταύτῃ δοκούντων ἑαυτοὺς ἀπολλύναι καὶ ἀποκτεῖναι τῷ στερίσκεσθαι τῆς βιωτικῆς ἀπολαύσεως· Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τοῦ οὖν οὕτως ἀπολλυμένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνῆν, <pb facs="analectasacrasp01pitrgoog_0434"/>  καὶ εὑρίσκοντος τὴν ψυχὴν αὐτοῦ, ἡ εὐχὴ καὶ ἡ εὐλογία μεγάλη τίς ἐστιν, καὶ ταύτην εὔξαιτο ἄν τις τῶν εὐφρονούντων ἐπελθεῖν αὑτῷ, καὶ ἐμφρόνως ἐρεῖ τό· Εὐλογία κτλ.</p></div><div type="textpart" subtype="lines" xml:base="urn:cts:greekLit:tlg2042.tlg086.1st1K-grc1:29" n="15"><p rend="align(indent)"><label>ιεʹ·</label> Ὁφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. <bibl xml:lang="lat">Vat. 794, 2.</bibl></p><p rend="align(indent)">Πρὸς δὲ νοῦν, τυφλὰς διανοίας διήνοιγε, καὶ ὠφείλει τοὺς πεπηρωμένους τὴν ψυχὴν καὶ αὐτὸς αὐτῶν ἐγίνετο ὀφθαλμός· πόδας δὲ ἐχαρίζετο τοῖς κεχωλευμένοις τὰς βάσεις τῆς ψυχῆς, καὶ τῷ λόγῳ ἐγίνετο αὐτῶν ποὺς, καὶ ἐχειραγώγει ἑκατέρους· εἴληπται δὲ ὁ μὲν ὀφθαλμὸς ἐπὶ τῆς νοητικῆς ὁδηγίας· ὁ δὲ ποὺς ἐπὶ τῆς ἐθικῆς.</p></div></div></div></body></text></TEI>