ιʹ. ἐπελθούσης αὐτῷ ἀνάγκης, μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; Vat. 792, 2. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι, φησὶν, ὁ ἀδικῶν οὐκ ἔχει παῤῥησίαν, οὐδὲ φθέγξασθαι, οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ’ ἀφῄρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω. Οἱ δὲ ἄδικοι οὐχ οὕτως. Κεφ. ΚΗʹ, αʹ. Ἔστι γὰρ ἀργυρίῳ τόπος κτλ. Vat. 793, 2. Τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσιν τάξιν ὁρίσας, πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρωπίνοις.