ζʹ. Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’ αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. Vat. ib. Τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν, ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς· εἶτα, φησὶν, ὅτι ταῦτα ἥθελον γενέσθαι, ὥστε ἀποθανεῖν, οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν. — Παρ’ Ἑβραίοις, τὸ τέλος καὶ ἡ νίκη διὰ μιᾶς σημαίνεται λέξεως. ιʹ. Οἶδεν γὰρ ἤδη ὁδόν μου. Vat. ib. Οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἐσπούδασα ἀεὶ ὑπακούειν αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ;