Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ >λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου<, αἰτιῶ σαυτόν· μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν 1 Vgl. Joh. 1, 16.— 9 Vgl. Röm. 9, 32f. I Petr. 2, 7 (Jes. 8, 14). — 11 Röm. 9, 33 Jes. 28, 16. — 17 Jerem. 51, 22. — 20 Vgl. Röm. 9, 32f. I Petr. 2, 7 (Jes. 8,14). 1 λέγουσι] ea, quae crant de plenitudine sumta, cecinerunt: et H | 2 πάντα— πληρώματος] sacra volumina spiritum plenitudinis spirant H | αὐτῶν Blass Koetschau | 3 ἢ1—3] sive in H | πληρώματος] + divinae majestatis H | 4 ἐπεὶ— πληρώματρος2] spirant hodieque in sanctis scripturis plenitudinis verba. Spirant autem H | τοῦ] 〈 Β | 5 ἔχουσιν] + et H | 5/6 καὶ—πληρώματος] 〈 Β | 6/5 αἰσθητήριον—πνεόντων] nares ad ea, quae sunt plenitudinis sentienda H | 7 πνεόντων Blass | 8—13 Vgl. Hom. 39, 1 = Ro 58f. | 8f. 10 προσκώψης u. προσκώμματος Α | 10 ἀφελπίσης Α | 13 τὸ D τὸν ΑΒ | 19—S. 197, 3 Ἐὰν— ἁγίαν] = Ro 34 | 21 ἀφελπίσης ΑΒ* | καὶ] ἢ C. τοῦ σκανδάλου ἔχειν νοήματα ὥστ᾿ ἂν γενέσθαι τὸ εἰρημένον· »καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται«. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν >ῥῆμα ἀργόν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως<, καὶ ὅση δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ἡμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούσουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν ἦν; καὶ οὐ θαυμαστόν, εἰ πᾶν [τὸ] ῥῆμα τὸ λαλούμενον ὑπὸ τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν »ἰῶτα ἓν ἢ μία κεραία« γεγραμμένη ἐν τῇ γραφῇ, ἥτις τοῖς ἐπισταμένοις χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται τὸ ἑαυτῆς ἔργον. Ro 59