Λεκτέον δὲ πρὸς ταῦτα ὅτι ὁ σωτὴρ ὁτὲ μὲν περὶ ἑαυτοῦ ὡς περὶ ἀνθρώπου διαλέγεται, ὁτὲ δὲ ὡς περὶ θειοτέρας φύσεως καὶ ἡνωμένης τῇ ἀγενήτῳ τοῦ πατρὸς φύσει. ἐπὰν μὲν γὰρ λέγῃ· »Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν »λελάληκα«, τοῦτό φησιν εἰδὼς τὸ ζητούμενον ἀναιρεθῆναι εἶναι οὐ θεὸν ἀλλὰ ἄνθρωπον· ἐὰν δὲ »Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« καὶ »Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή« καὶ »Ἐγώ εἰμι ἡ ἀνάστασις« καὶ τὰ τούτοις ὅμοια, οὐ περὶ τοῦ ζητουμένου ἀναιρεθῆναι ἀνθρώπου διδάσκει. οὕτως οὖν καὶ ἐπὶ τῶν κατὰ τὸ παρὸν ἡμῖν ζητουμένων ἐκ τῆς συμφράσεως κατανοητέον· τὸ μὲν » Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί« περὶ τοῦ ἀνθρώπου ἑαυτοῦ διαλέγεται, τὸ δὲ »Οὔτε ἐμὲ οἴδατε οὔτε »τὸν πατέρα μου« περὶ τῆς θεότητος· τοῦ μὲν γὰρ » Κἀμὲ οἴδατε καὶ »οἴδατε | πόθεν εἰμί« ταῦτα προτέτακται· »Ἔλεγον οὖν τινες ἐκ τῶν »Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε »παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν »οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν »ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν«· τοῦ δὲ » Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου« ταῦτα »Εἶπαν οὖν »αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ »ἔστιν ἀληθής. ἀπεκρίθη † ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ »μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα »πόθεν ἦλθον καὶ ποῦ ὑπάγω. * * * ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, »ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ »ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ«. δῆλον οὖν ἐκ τούτων ὅτι ὑπὸ μὲν τῶν Ἱεροσολυμιτῶν ἐλέγετο· »Τοῦτον οἴδαμεν πόθεν ἐστίν«, ἀναφερόντων ἐπὶ τὸ ἐν Βηθλεὲμ αὐτὸν γεγενῆσθαι, καὶ ἐπισταμένων ὅτι οὗτος ἦν οὗ ἡ μήτηρ ἐλέγετο Μαρία, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης καὶ Σίμων 〈καὶ〉 Ἰούδας. διόπερ καὶ μαρτυρεῖ τοῖς εἰρηκόσιν· » Οἴδαμεν πόθεν ἐστίν« διὰ τοῦ » Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί«. τοῖς δὲ Φαρισαίοις τὸ »Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, »ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω«· τῇ θειοτέρᾳ φύσει διαλεγόμενος ἔφασκεν ταῦτα καί, ὡς ἂν εἴποι τις, καθ’ ὃ πρωτότοκος πάσης κτίσεως ἦν.