διόπερ τοῖς πρὸς ταῦτα πυθομένοις αὐτοῦ καὶ εἰρηκόσιν· »Ποῦ ἔστιν ὁ πατήρ σου;« ἀποκρίνεται (ὡς ἂν εἴποι τις, ἕτερος ὢν τοῦ λέγοντος· » Καμὲ οἴδατε«) καί φησι· » Καὶ οὔτε ἐμὲ οἴδατε »οὔτε τὸν πατέρα μου«. κατὰ δὲ τὸ ταπεινὸν τῶν Φαρισαίων ἦν ἤτοι μὴ νοεῖν ὅτι περὶ τοῦ θεοῦ τῶν ὅλων ἔλεγεν τὸ »Μαρτυρεῖ »περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«· ἢ εἰ ἐξεδέχοντο περὶ τοῦ θεοῦ ταῦτα λέγεσθαι, νομίζειν ὅτι ἐν τόπῳ ἐστὶν ὁ θεός, καὶ διὰ τοῦτο νεσθαι· »Ποῦ ἔστιν ὁ πατήρ σου«; Χρὴ μέντοι γε εἰδέναι, ὅτι οἱ ἑτερόδοξοι νομίζουσιν σαφῶς ἐντεῦθεν παρίστασθαι τὸ μὴ τὸν θεόν, ᾧ ἐλάτρευον Ἰουδαῖοι, πατέρα εἶναι τοῦ χριστοῦ· εἰ γὰρ τοῖς Φαρισαίοις λατρεύουσιν τῷ δημιουργῷ, φασίν, ἔλεγεν ὁ σωτήρ· »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου«, σαφὲς ὅτι ἕτερον ὄντα τοῦ δημιουργοῦ τὸν πατέρα Ἰησοῦ Φαρισαῖοι οὐκ ᾔδεσαν, ἀλλ’ οὐδὲ Ἱεροσολυμῖται, οἷς προειρήκει· »Ἀλλ’ ἔστιν »ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε«. ταῦτα δὲ λέγουσιν ἅτε μὴ ἀνεγνωκότες τὰς θείας γραφάς, μηδὲ τὴν συνήθειαν τῆς ἐν αὐταῖς λέξεως τετηρηκότες. κἂν γὰρ διεξοδεύειν τις δύνηται τὰ περὶ θεοῦ ἐκ πατέρων μεμαθηκὼς ὅτι τούτῳ λατρεύειν μόνῳ δεῖ, μὴ βιοῖ δὲ καλῶς, τοῦτόν φασιν οὐκ ἔχειν γνῶσιν θεοῦ. εἴ τις γοῦν ἄλλος ᾔδει τὰ περὶ τοῦ δημιουργοῦ καὶ τῆς ἱερατικῆς αὐτοῦ θεραπείας, δῆλον ὅτι καὶ οἱ Ἠλεῖ τοῦ ἱερέως υἱοὶ παρὰ τῇ λατρείᾳ ἀνατεθραμμένοι· ἀλλ’ ὅμως, ἐπεὶ ἥμαρτον, γέ|γραπται ταῦτα περὶ αὐτῶν ἐν τῇ τῶν Βασιλειῶν πρώτῃ· » Καὶ οἱ υἱοὶ Ἠλεῖ, υἱοὶ λοιμοί, οὐκ »ἔγνωσαν τὸν κύριον«. πευσόμεθα γὰρ τῶν ἑτεροδόξων εἰ μὴ περὶ τοῦ δημιουργοῦ γέγραπται τὸ »Οὐκ ἔγνωσαν τὸν κύριον« καὶ ἀποκρινομένων ὅτι περὶ τοῦ δημιουργοῦ ἐστιν ταῦτα, ζητήσομεν διὰ τί εἴρηται περὶ τῶν υἱῶν Ἠλεῖ· » Οὐκ ἔγνωσαν τὸν κύριον«· πότερον διὰ τοὺς περὶ θεοῦ τοῦ δημιουργοῦ λόγους, ἢ διὰ τὴν πονηρίαν αὐτῶν· σαφὲς δὲ ὅτι διὰ τὴν πονηρίαν λέγονται μὴ ἐγνωκέναι τὸν κύριον. καὶ οὐ περὶ τῶν υἱῶν Ἠλεῖ μόνων ἔστιν τοῦτο εὑρεῖν ἀλλὰ καὶ περὶ ἄλλων βασιλευσάντων ἐν Ἰσραὴλ καὶ Ἰούδα ἁμαρτωλῶν. οὕτω τοίνυν καὶ οἱ Φαρισαῖοι τὸν πατέρα οὐκ ᾔδεσαν· οὐδὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα.