Στίχ. ζ΄. Καὶ οὐκ ἧν αὐτοῖς τέκνον· καθότι Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφσότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. Στίχ. ή. Ἐγένετο δέ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ, ἔναντι τοῦ Θεοῦ, Στίχ. Θ΄ Κατὰ τὸ ἕθος τῆς ἱερατείας· ἔλαχε τοῦ θυμιάσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. Στίχ. ι΄. Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. Ἴσως ἐρεῖ τις· Διὰ τί πρόκειται τούτοις τὸ,ᾶμεμπτοι; ἤρκει γὰρ αὐτοῖς πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ Θεοῦ καὶ δικαιώμασιν· εἰ μὴ ἄρα ἐστὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς, οὐκ ἀμέμπτως δέ. Φημὶ δὲ οὗν πρὸς αὐτὸν, ὅτι, εἰ μὴ ἧν τοῦτο, οὐκ ἂν ἐλέγετο· Δικαίως τὸ δίκαιον διώξεις. Ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολὰς, ὥστε καὶ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας, ἢ ἑτέρου τινὸς τοιούτου ἔχειν,. (43) ποιοῦμεν τὰς ἐντολὰς ἀμέμπτως. Στίχ. ια΄. Ὥφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεβιῶν τοῦ θυσιαστηρίου τοῦ θυχαάματος.