Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, τὸ Σουλαβίτιο ἐξἐδωκαν, εἰρηνεύουσα γνάρ· ἔστι δὲ ἡ νύμφη τοῦ λόγου ψυχὴ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, διὰ τὸν ποιήσαντα τὸ ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα· ἐὰν δὲ ἡ Σου λαμίτις, ἢ ἐσκυλευμένη, κατὰ Σύμμαχον, λέγοι ἂν πρὸς αὐτὴν ὁ νυμφίος, Ὦ ἐσκυλευμένη καὶ ὑπὸ τῷ αἰχμαλωτίσαντί σε γεγενημένη, ἐπίστρεφε εἰς τὴν προτέραν εὐγένειαν· νῦν μὲν ὡς ἐν ἀπαρχῇ λαμβάνουσα τῆς υἱοθεσίας τὸν ἀῤῥαβῶνα, καὶ τὴν τῆς ἀναστάσεως ἐλπίδα· ἐὰν δὲ τῆς ἐπαγγελίας καὶ τῆς ἀφθαρσίας τὸ ἔνδυμα, πυκνότερον δὲ εἰς προτροπὴν, τὸ ἐπίστρεφε· τότε γάρ φησι κυρίως ἐστὶν ἰδεῖν σε· τῶν ἑταίρων δὲ τοῦ νυμφίου πρὸς τὴν νύμφην εἶναι τὸν λόγον δοκῶ· πρὸς οὓς ὁ νυμφίος, Τί ὅψεσθε; φησίν· ἀπεικάζεται δὲ νενικηκότων στρατῷ· ἡ μία γὰρ νύμφη πλῆθος ἐν ἑαυτῇ ἔχει παρεμβολῶν· τὰ γὰρ μέλη τῆς νύμφης συστήματα τυγχάνοντα πλείονα, χοροὶ μέν εἰσι, τῷ τὸ θεῖον ὑμνεῖν συμφώνως θεολογοῦντες αὐτῷ· τῷ δὲ καθελεῖν τοὺς πολεμίους παρεμβολῶν εἰρηνικῶν ἔχοντες· ἀλλʼ οὐκέτι σχῆμα πολε μικὸν, τὴν 45 Num. XXI, 9. ὑπὲρ τῶν ἐν χειμάῤῥῳ καμοῦσαν καὶ σκυλεῖσαν διʼ αὐτούς προσκαλοῦνται οἱ φίλοι τοῦ νυμφίου· ἐσκυλευμένη γὰρ ἐρμηνευεται Σουλαμίτις· ἐπίστρεφε λέγοντες, ὁψόμεθα ἐν σοί· ἑώρων γὰρ αὐτῆς τὸν σκυλμὸν, οὐκ ἄκαρπον, ἀλλʼ εἰς χρηστὸν τελευτήσαντα πέρας, ὅπως τοὺς ἐν τῷ χειμάρρῳ κατακριθέντας παραδεδομένους τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, παρελθόντας τὸ· τοῦ χειμάῤῥου ὕδωρ, νικηφόρους ἦγε μεθʼ ἑαυτῆς, ἐρχομένη ὡς χοροὶ παρεμβολῶν, τῶν ἐκ πολέμου ἐπανερχομένων, καὶ κατὰ διάφορα συστήματα χορευόντων, καὶ ἐπινικίους ᾀδόντων καὶ λεγόντων· Κύρε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.