Μὴ θαύμαζε, εἰ ὁ νυμφίος ἦν ἔχων καλὴν νύμφην, καὶ τάχα δευτέραν καὶ τρίτην καὶ πλείονας· ἐὰν νοήσῃς αὐτοῦ καὶ τὰς νύμφας, οὐ φοβηθήσῃ λέγειν ἀπὸ τοῦ ᾌσματος· Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός μία δέ ἐστι περιστερά μου· λόγος ἐστὶν ὁ νυμφίος· λογικὸν ζῶον ἡ νύμφη· ἐὰν νοήσῃ ψυχὴ καὶ λάβῃ ὁ νυμφίος τὴν νύμφην· ἀλλʼ ἐπεί ἐστιν ὁ λόγος οὗτος, οὐ μιᾷ ψυχῇ κοινωνῶν, ἀλλὰ πλείοσι καὶ διαφόροις, τιμῇ τινι βασιλικῇ καὶ διαφαινούσῃ, λεγέτω τελεία περιστερά· ταῖς δὲ βασιλικαῖς μὲν, ὑποδεεστέραις δὲ, διὰ τοῦτο ἐξήκοντα βασίλισσαι· ἑτέραις δὲ ψυχαῖς κοινωνεῖ παιδαγωγουμέναις φόβῳ Θεοῦ· αὗταί εἰσιν αἱ παλλακίδες· εἰσί τινες καὶ ἄλλαι ψυχαὶ ὑποδεέστεραι, ἐλάττονα φόβον ἔχουσαι· αὗταί εἰσιν αἱ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· ὁ νυμφίος τοίνυν καὶ ἐνθάδε καλὰς καὶ δυναμένας αὐτῷ εἶναι καὶ κοινωνοὺς, ἐξῆλθεν ἀπὸ τοῦ παστοῦ τοῦ ἐπουρανίου, κοινωνεῖ ἀγγέλοις καὶ ἀρχαγγέλοις, αἵ τινες εἰσιν αἱ νύμφαι τοῦ λόγου, καὶ θρόνοι καὶ κυριότητες.