<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg076.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6" corresp="urn:cts:greekLit:tlg0527.tlg031:6"><div type="textpart" subtype="paragraph" n="6"><p>Εἴρηται δεύτερον ταῦτα τῇ νύμφῃ, πρότερον οἶμαι
τοιαύτῃ φανείσῃ κατὰ τὸ ἐνδεχόμενον, ἡνίκα ἔτι ἐν
τῷ βίῳ τούτῳ ἐτύγχανεν· δεύτερον ὁπότε ἦλθεν ἐπὶ
τὴν τελειότητα· διὸ καὶ νῦν μόνον παρῃνίξατο· Ὀδόντες
σου ὡς ἀγέλαι τῶν κεκαρμένων· κατὰ δὲ τὸν
Ἀκύλαν καὶ Σύμμαχον, ὀδόντες σου ὡς ἀγέλαι τῶν
προβάτων, ἢ, τῶν ἀμνάδων· καὶ ἔπρεπεν εἰρῆσθαι
ταῦτα ἐπὶ τῆς τελειοτητος· ὡς εἶναι τὸ ἀπὸ τοῦ λουτροῦ
οὐκ ἔτι προτέρου, ἀλλὰ τοῦ δευτέρου· διδου.
μεύουσαι δὲ τάχα, ὡς τρεφόμεναι τῇ τῶν νοητῶν καὶ
αἰσθητῶνθεωρίᾳ· καὶ ὡς μηδεμίαν ἄγονον εἶναι τῆς
περὶ οὑτινοσοῦν λόγου τροφῆς.</p></div></div></div></body></text></TEI>