<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2042.tlg076.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6" corresp="urn:cts:greekLit:tlg0527.tlg031:6"><div type="textpart" subtype="paragraph" n="2"><p>Ὅσον πλησίον γίνεται τοῦ νυμφίου, κρείττοσιν
ἀπεικάζεται· τῷ γὰρ καλὴ καὶ ὡραία καὶ πλησίον,
προσέθηκε τὸ ὡς Ἰερουσαλήμ· καὶ καταπληκτικὴν
δὲ τὴν τετελειωμένην φησὶν Ἐκκλησίαν· πῆ μὲν, ἐν
ταῖς ἀντικειμέναις δυνάμεσιν, οὐ δυναμέναις ἐνατενίζειν
τῷ κάλλει τοῦ προσώπου αὐτῆς· πῆ δὲ καὶ ταῖς
ὑποδεεστέραις αὐτῆς, ἐοικυίαις ταῖς τεταγμέναις ἐν
τῷ παντὶ καταστάσεσιν· ὁ δὲ Σύμμαχος· οὐ τεταγμέναιπαρατάξεις·
θάμβος γάρ εἰσιν ὡς τάγμα παρεμβολῶν
τοὺς πολεμίους ἐκπλήττοντα.</p></div></div></div></body></text></TEI>